[ ]
Tr.: Skamander u. Nebentäler — Yeni Şehir [A: Ilion] — Anf. 2.Jh.v.Chr.? — IK 3,11
1 | καὶ τῶν ἄλλων ὧν καθήκει γίνεσ- |
θαι κατὰ τὸν νόμον ἑλόμεναι αἱ πό- | |
λεις ἐξαποστειλάτωσαν οὓς ἂν αὐ- | |
ταῖς φαίνηται· εἰ δέ τινες ἐγγρα- | |
5 | φαὶ γεγένη[ντ]αι ἢ ὀφειλήματα κατὰ |
τῶν πόλεων καὶ τῶν ἀγωνοθετῶ[ν] | |
καὶ τῶν ἀρξάντων ἢ διαχειρι- | |
σάντων τι τωγ κοινῶν τῶν τὴ[ν] | |
ἐπίσχεσιν πεποιημένων, ἦρθ[αι] | |
10 | [τ]αῦτα καὶ ἄκυρα εἶναι· τῶν δὲ |
ἀγωνοθετῶν οἱ μὴ καταβεβλη- | |
[κότε]ς τὰ χρήματα ἀποδότωσαν | |
ἃ ἐλάβοσαν ἐν τῶι καθήκοντι | |
χρόνω[ι]· ἀποστειλάτωσαν δὲ α[ἱ] | |
15 | πόλεις τὰ εἰθισμένα διάφορα ἑνὸ[ς] |
ἐνιαυτοῦ, τῶν δὲ ἄλλων διαφόρω[ν] | |
[ἐ]κ τῶν προτέρων ἐτῶν τῶν εἰθισ- | |
[μένω]ν κατ’ ἐνιαυτὸν καταφέρεσ- | |
[θα]ι ὧν τὴν ἐποχὴν ἐποιήσαντ[ο] | |
20 | [αἱ πόλεις, πρᾶξιν μὴ εἶναι — —] |