[ ] Tr.: Skamander u. Nebentäler — Hisarlık-Tepe (a,c), Pınarbaşı (b) [A: Ilion] — 77 v.Chr. — IK 3,10
a.1 σύμφωνον καὶ ὁμόλογον ταῖς πόλεσιν ὑπὲρ τῆς πανηγύρεως·
ἐπὶ ἀγωνοθετῶν τῶν περὶ Δημήτριον Ἱπποδάμαντος Ἰλιέα, ἔτους ἐνά-
του, μηνὸς Σελευκείου ὡς Ἰλιεῖς ἄγουσιν· ἐνδημήσαντος τοῦ ταμίου Λευκίου
[Ἰ]ουλίου Λευκίου υἱοῦ Καίσαρος, τάδε ἐποιήσαντο ἐν ἑαυτοῖς ὁμόλογα καὶ σύμ-
5 [φ]ωνα παραγενόμενοι εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς καὶ ἐπὶ τὸν ταμίαν Λεύκιον Ἰούλιον
Λευκίου υἱὸν Καίσαρα· ἐξ Ἰλίου μὲν Δημήτριος Ἱπποδάμαντος, Θεοκύδης Ἑρμίου,
Ποσειδώνιος Ἀπελλείους, ἐγ Δαρδάνου δὲ Δίφιλος Ἀριζήλου, Ἀπολλοφάνης Διφίλου,
Ἡρακλείδης Ἡρώδου· ἐξ Σκήψεως δὲ Κλέανδρος Πυθοδώρου, Κόνων Βακχίου·
ἐξ Ἄσσου δὲ Ἀνόδικος Ἀριστολόχου νεώτερος, Λάδικος Ἀνοδίκου, Βόμβος Λυσι-
10 θέμιδος· ἐξ Ἀλεξανδρείας δὲ Φιλίτας Σίμωνος, Ζωΐλος Λεοντίσκου, Καλλισ[θέ]-
νης Κλεόμμιδος· ἐξ Ἀβύδου δὲ Ἀπολλωνικέτης Ἀναξαγόρου, Θέσπις Λαερτ[ι]-
άδου, Ἑκαταῖος Καλλιππίδου· ἐκγ Λαμψάκου δὲ Πυθογένης Φιλίσκου, Κλεότ[ι]-
μος Ἀρχεδήμου· τῶν χρημάτων ὧν ὀφείλουσιν αἱ πόλεις τῆι θεῶι φέρειν
τόκους ἑξηκοστοὺς ἐφ’ ἕτη δέκα, ἐπεὶ πάντες εὐδόκησαν διὰ τὰς τῶν πόλεων
15 θλίψεις· τῶν δὲ προγεγενημένων ἐτῶν παρεῖσθαι τὰς πόλεις πάσας τῶν τό-
κων καὶ μὴ εἶναι πρακτὰς κατὰ μηδένα τρόπον· διελθόντος δὲ τοῦ προγε-
[γρ]αμμένου χρόνου εἶναι τοὺς πεντεκαιδεκάτους τόκους, καθὼ[ς —
[περ]ιέχει· ἐὰν δέ τινες τῶν πόλεων ἀθε[τῶσι τὸ σύμφωνον τόδε ἢ μὴ]
[ἀποπέμ]πωσιν τοὺς ἄρχοντας ἢ τὰς θυ[σίας εἰς τὴν πανήγυριν — —
20
bc.20 [                                                         στέ]-
[φ]ανο<ν> ἀριστεῖον το[        · τὴν δὲ πομπὴν πομπεύεσθαι καὶ]
[ν]ῦν καὶ διοικε<ῖσ>θαι καθότι καὶ π[ρότερον· τὴν δὲ θυσίαν συντελεῖσθαι]
[κα]θότι καὶ πρότερον· τὰς δὲ βοῦς ἀπὸ [τῆς προσόδου ὠνεῖσθαι ἐκ τῶν ἀγρῶν]
[π]άντ[ων] τῶν μισθουμένων ὑπὸ τῆς [θεοῦ· θύεσθαι δὲ τῆι θεῶι κατὰ τὸν πάτρι]-
25 ον [νόμ]ον καὶ ἄλλην βοῦν μίαν ὡς καὶ τῶ[ι Διὶ τῶι Πολιεῖ καὶ τοῖς πᾶσι θεοῖς]
[ὁμ]οίως κ[α]θότι νενομοθέτ<η>ται·   τὸ ἄλειμ[μα παρέχειν καὶ νῦν τούς τε ἀγω]-
[νοθέ]τας καὶ τοὺς συνέδρους ἀρ<τ>ιζομένου[ς πρὸς τὴν μέλλουσαν πρόσοδον]·
[καὶ] τὰ περὶ τοῦ θυμελικοῦ καὶ τῶν ἀ<κ>ροαμάτων ο[ἰκονομεῖν τούς τε ἀγωνοθέ]-
τ[α]ς [κ]αὶ τοὺς συνέδρους ἀρτιζομένους πρὸς τ<ὴ>[ν μέλλουσαν πρόσο]δον· τὸν
30 [δὲ ἀγῶ]να τὸν <γ>υμνικὸν καὶ ἱππικὸν γίνεσθαι ἐν το<ῖ>[ς μεγάλοι]ς Παναθη-
ν̣[αί]ο<ις>· ἐξαιρεῖσθαι δὲ καὶ ἐν τοῖς μικροῖς Παναθην[αίοις ἀ]πὸ τῆς προσό-
δου ὅσον ἂν [ᾖ δ]υ<ν>ατόν, συνκρινόντων τῶν τε ἀγωνο[θε]τῶν καὶ τῶν συνέ-
δρων· καὶ <ὑ>πὲρ τῶν ἄθλω<ν> κ[αὶ] εἰς τὰς συνόδους τῶν ἀρχ[όν]των καὶ τῶν συνέ-
δρων κ[αὶ] τῶν λοιπῶν καθό<τ>ι εἴ<θ>ισται ἐξαιρεῖσθ[αι] καὶ νῦν, ἀφαιρουμένων
35 π̣[ρ]ῶτον εἰς τὰ προγεγραμμένα, καὶ διατάξα<ι> [τ]ούς τε ἀγωνοθέτας καὶ
<τ>ο[ὺ]ς συνέδρους ἀρτιζομέν<ους> πρὸς τὴν [μέλλου]σαν πρόσοδον· τοὺς θε-
ωροὺς ἐξαποστέλλειν τὰς πόλεις [καθότι] καὶ πρότερον, τὰ δὲ ἐξαι-
ρούμενα <χ>ρήματα ἐς τὰ θεωρικ<ὰ μ>[ὴ ἐξαιρεῖσθα]ι ὑπὸ τὰ δέκα ἔτη· τὰς
δὲ ἀ[π]αρχὰς διο[ικεῖ]σθαι καθό[τι καὶ πρότερον· πρ]εσβείας ἐὰν δέῃ
40 πέμπ[ε]ιν τὸ σ[υν]έδριον δίδοσθ[αι ἢ τρισὶν τῶν θεωρῶν τῶν κ]ατ’ ἐνιαυτὸν ἢ τρι-
σὶν πρεσβευταῖς ὅσον ἂν [οἵ τε ἀγωνοθέται καὶ οἱ σύνεδροι συν]κρίνωσιν ἀρτι-
[ζ][μεν]<οι> <π>ρὸ[ς] τὴν <μ>[έλλουσαν πρόσοδον· τοῖς πρεσβευταῖς] καὶ τοῖς [θεω]-
[ρ]οῖς διατά<ξ>αι τὸ σ[υνέδριον — — —
Search Help
Contact Us