[ ] Tr.: Skamander u. Nebentäler — Yerkesik [Ab: Alexandria Troas] — ca. 2.Jh.n.Chr. — IK 3,176
I      {²rechte Kolumne:
1 [τ]ὴν στήλλην, παροδῖτα, παρέρ̣χ̣ε̣[ο, τὸν κατὰ γαῖαν] |
εὐφήμο γλόσσῃ χε͂ρε προσειπάμ[ενος] |
Κεῖντον{ι} τὸν τριπόθητον ἀεὶ γονέ[εσ]σι περ ὄνταν{ι}· |
εἰ δὲ μαθὼν τὸν ἐμὸν μόρον, ὦ ξένε, καὶ σύ με κλαύσις, |
5 λέξο· καὶ θνήσκων γὰρ ἔχο νώον οὔ τινα βαιόν· |
κουρῆα τὴν τέχνην ἐσορᾷς ἐμὲ τὸν παρὰ μοῖραν |
ῥήγματι δυσστήνῳ πνεῦμα βίᾳ θέμενον· |
ἐξόπιθεν χεὶρ γάρ μαι ἔβαλεν δύστηνον ἐς Ἅδην |
κἤλυθον ἐξ ζοῆς ἐν δυσὶν ἑβδομάσιν, |
10 [μέ]τ̣ρον δ’ οὐκ ἴασε Τύχη δαίμων ται ἀλόγισστος |
[αἰ]ξανύσαι, πε͂ς δ’ ὢν ἀρτιφυὴς ἔθανον{ι}· |
[ἐνὰ] δ̣ὲ καὶ μάτηρ με ὀδύρετε ὅν κατὰ οἶκον{ι} |
II.12a      {²linke Kolumne:
13 μάτηρ δυσπενθής̣, [τὸ φίλον τέκο]-
ς οὐκέθ’ ὁρῶσα{ι} [ ] | οἰκτίσζουσά τε
15 ἐμὰς φρονίμους φρένας οἷ{ε}ά {²⁶οἷά}²⁶
τε παιδὸς | σὺν πατρὶ δυσστή-
νῳ βαλλομένῳ πολειὴν |
δέμοσιν· ὦ μοίρης πικρὰ λογισ-
ζομένης· | οὓς γὰρ ἐδεῖτο εὐ-
20 χαῖς τέκνου ὕπο τυμ-
βεύεσσθαι, | οὗτοι νῦν τέκνου
σῆμα{ι} ἐπέθεντο τάφωι. |
Search Help
Contact Us