[ ]
Tr.: nördl. Troas — Nara Burun [A: Abydos] — 527-565 n.Chr. — AM 4,1879,307-311; SEG 34,1984,1243
1 | εἰ δέ τις [τολμήσει παραβῆναι ταῦτα, θεσπίζομεν αὐτὸν (?)] |
στρατίας ἐκπίπτιν ἣ[ν ἔλαχεν καὶ τῇ νομίμῃ ποινῇ ὑπο]- | |
βάλλεσθαι, τὸν δὲ τὴν ἀρχὴν ἔχοντα τῶν σ[τενῶν ποινὴν] | |
πεντήκοντα χρυσοῦ κατατιθέναι λίτρας, εἴ τε {²⁷εἴ<γ>ε Z.v.L}²⁷ οἱῳ- | |
5 | δήποτε τρόπῳ παραβαλῶσιν οἱ τύποι τῆς ἡμετέ- |
ρας εὐσεβίας· ἀγρυπνῖν γὰρ αὐτὸν καὶ πολυπραγμονῖν | |
ἕκαστα βουλόμεθα ὥστε μηδένα κακουργοῦντα | |
λανθάνειν· ταῦτα δὲ καὶ ἐν αὐτοῖς προτεθῆναι τοῖς τό- | |
ποις ἐθεσπίσαμεν, καὶ στήλαις ἐνχαράττεσθαι λιθίναις | |
10 | ἐνπηγνυμέναις ἐκεῖ πρὸς τῇ θαλάττῃ ὥστε καὶ τοὺς |
ἀπαιτοῦντας καὶ τοὺς ἀπαιτουμένους ἀναγινώσκιν | |
τὸν νόμον καὶ τοὺς μὲν δεδιότας ἀπέχεσθαι τῆς ἀπλησ- | |
τίας, τοὺς δὲ θαρροῦντας μὴ ἀνέχεσθαι βλάβης καὶ τὸν | |
περίβλεπτον κόμητα τῶν στενῶν ἀεὶ τὴν ἀπιλὴν | |
15 | ἐν τοῖς πράγμασιν {²⁷<γ>ρά<μ>μασιν Z.v.L.}²⁷ ὁρῶντα τὴν ἐν τοῖς ἔργοις πῖραν, εἰ ῥα- |
θυμήσῃ, προσδέχεσθαι· ☩ | |
(leaf) ☩ | |
(leaf) γνῶσις συνηθειῶν ἃς παρῖχον πρὸ ἐτῶν εἴκοσει | |
καὶ εἴκοσει δύο τῶν στενῶν οἱ ναύκληροι, ὡς πολυπραγμο- | |
20 | νήσας ὁ ἐνδοξώτατος ἔπαρχος τῆς πόλεως ἀνήγαγεν |
τῇ ἡμετέρᾳ εὐσεβίᾳ, ἅστινας καὶ ἐπὶ τοῦ παρόντος καὶ με- | |
τὰ ταῦτα προσήκει μόνας διδόναι οὕτως· vacat | |
οἱ οἰνηγοὶ πάντες οἱ τὸν οἶνον κομίζοντες εἰς τὴν βασι- | |
λίδ[α τα]ύτην πόλειν, πλὴν μόνον τῶν Κιλίκων, vacat | |
25 | κλασσικοῖς τῶν στενῶν φόλλις ἓξ καὶ ξέστας δύο, |
οἱ ἐληγοὶ καὶ ὀσπριγοὶ καὶ λαρδηγοὶ κλασσικοῖς τῶν στενῶν | |
φόλλις ἕξ, οἱ Κίλικες ναύκληροι κλασσικοῖς τῶν στενῶν | |
φόλλις τρῖς· καὶ ὑπὲρ πρόβας κεράτιν ἓν καὶ ἐν τῷ ἐκ- | |
πορίζιν κεράτια δύο· οἱ σιτηγοὶ κλασσικοῖς τῶν στε- | |
30 | νῶν φόλλις τρῖς καὶ λόγῳ πρόβας σίτου μόδιος εἷς· |
καὶ ἐν τῷ ἐκπορίζιν ἐντεῦθεν ἑτέρους φόλλις τρῖς. |