[ ] Tr.: nördl. Troas — Nara Burun [A: Abydos] — 527-565 n.Chr. — AM 4,1879,307-311; SEG 34,1984,1243
1 εἰ δέ τις [τολμήσει παραβῆναι ταῦτα, θεσπίζομεν αὐτὸν (?)]
στρατίας ἐκπίπτιν ἣ[ν ἔλαχεν καὶ τῇ νομίμῃ ποινῇ ὑπο]-
βάλλεσθαι, τὸν δὲ τὴν ἀρχὴν ἔχοντα τῶν σ[τενῶν ποινὴν]
πεντήκοντα χρυσοῦ κατατιθέναι λίτρας, εἴ τε {²⁷εἴ<γ>ε Z.v.L}²⁷ οἱῳ-
5 δήποτε τρόπῳ παραβαλῶσιν οἱ τύποι τῆς ἡμετέ-
ρας εὐσεβίας· ἀγρυπνῖν γὰρ αὐτὸν καὶ πολυπραγμονῖν
ἕκαστα βουλόμεθα ὥστε μηδένα κακουργοῦντα
λανθάνειν· ταῦτα δὲ καὶ ἐν αὐτοῖς προτεθῆναι τοῖς τό-
ποις ἐθεσπίσαμεν, καὶ στήλαις ἐνχαράττεσθαι λιθίναις
10 ἐνπηγνυμέναις ἐκεῖ πρὸς τῇ θαλάττῃ ὥστε καὶ τοὺς
ἀπαιτοῦντας καὶ τοὺς ἀπαιτουμένους ἀναγινώσκιν
τὸν νόμον καὶ τοὺς μὲν δεδιότας ἀπέχεσθαι τῆς ἀπλησ-
τίας, τοὺς δὲ θαρροῦντας μὴ ἀνέχεσθαι βλάβης καὶ τὸν
περίβλεπτον κόμητα τῶν στενῶν ἀεὶ τὴν ἀπιλὴν
15 ἐν τοῖς πράγμασιν {²⁷<γ>ρά<μ>μασιν Z.v.L.}²⁷ ὁρῶντα τὴν ἐν τοῖς ἔργοις πῖραν, εἰ ῥα-
θυμήσῃ, προσδέχεσθαι· ☩
     (leaf)     ☩
(leaf)  γνῶσις συνηθειῶν ἃς παρῖχον πρὸ ἐτῶν εἴκοσει
καὶ εἴκοσει δύο τῶν στενῶν οἱ ναύκληροι, ὡς πολυπραγμο-
20 νήσας ὁ ἐνδοξώτατος ἔπαρχος τῆς πόλεως ἀνήγαγεν
τῇ ἡμετέρᾳ εὐσεβίᾳ, ἅστινας καὶ ἐπὶ τοῦ παρόντος καὶ με-
τὰ ταῦτα προσήκει μόνας διδόναι οὕτως·  vacat
οἱ οἰνηγοὶ πάντες οἱ τὸν οἶνον κομίζοντες εἰς τὴν βασι-
λίδ τα]ύτην πόλειν, πλὴν μόνον τῶν Κιλίκων, vacat
25 κλασσικοῖς τῶν στενῶν φόλλις ἓξ καὶ ξέστας δύο,
οἱ ἐληγοὶ καὶ ὀσπριγοὶ καὶ λαρδηγοὶ κλασσικοῖς τῶν στενῶν
φόλλις ἕξ, οἱ Κίλικες ναύκληροι κλασσικοῖς τῶν στενῶν
φόλλις τρῖς· καὶ ὑπὲρ πρόβας κεράτιν ἓν καὶ ἐν τῷ ἐκ-
πορίζιν κεράτια δύο· οἱ σιτηγοὶ κλασσικοῖς τῶν στε-
30 νῶν φόλλις τρῖς καὶ λόγῳ πρόβας σίτου μόδιος εἷς·
καὶ ἐν τῷ ἐκπορίζιν ἐντεῦθεν ἑτέρους φόλλις τρῖς.
Search Help
Contact Us