[ ] Äg. Inseln — Thasos [Aa: Lampsakos] — ca. 300 v.Chr. — IK 6,1
1               [Λαμψακην]ῶ̣ν
[ — — — — — — — — — — — — ε]ἰ̣κάδ[ι]
[ — — — — — — — — — — — — —  ἐ]γραμ-
[μάτευεν· ἔδοξε τῶι δήμωι, γν]ώ̣μη τῆς
5 [βουλῆς· ἐπειδὴ Νοσσικᾶς Ἡρᾶδος] Θάσιος
[ἀνὴρ καλὸς καὶ ἀγαθὸς ὑπάρχ]ων, ἔν τ[ε]
[τ]οῖς [πρότερον χρόνοις διε]τέλει χρήσ[ι]-
[μ]ος ὢν [τῶν ἡμετέρων π]ολιτῶν τοῖς
[δ]εομ[ένοις, καὶ νῦν πολ]λὰς καὶ μεγά-
10 [λ]ας χρ[είας] κα[θ][περ] καὶ οἱ πρόγονοι
[αὐ]το[ῦ] π[α]ρ[έσ]χηται τῶι δήμωι καὶ τῶν
πολιτῶν τοῖς ἁλοῦσιν ἐν τῆι ναυμαχ[ί]-
[α]ι τῆς σωτηρίας αἴτιος ἐγένετο καὶ
[ἐ]κ τῶν ἰδίων ἀργύριον ἔδωκεν εἰς τὴν
15 [ἀ]νακομιδὴν αὐτοῖς τὴν εἰς οἶκον, ἐν-
[δ]εικνύμενος τὴν εὔνοιαν ἣν ἔχει πρὸ[ς]
τὴν πόλιν ἡμῶν, δεδόχθαι τῆι βουλῆ[ι],
ἐπαινέσαι μὲν Νοσσικᾶν Ἡρᾶδος [ἀ]ρε-
τῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς τὸν
20 [δ]ῆμον τὸν Λαμψακηνῶν καὶ στε[φα]-
νῶσαι αὐτὸν ἐν Θάσωι ἐν τῶι θεά[τρωι]
Διονυσί[— — — — — — — — — — — — — — — —]
[ — — — — — — —  ποιουμένου τοῦ κήρυκος]
[τὴν ἀναγγελ]ί̣α̣ν̣· ὁ δῆμος [ὁ Λαμψακηνῶν]
25 [στεφα]νοῖ Νοσσικᾶν Ἡρᾶδ[ος ἀρετῆς ἕνε]-
[κεν καὶ εὐν]οίας τῆς εἰς αὐτόν· [τὸν δὲ]
[πρεσβευτὴν τὸν κεχειρο]τονημέν[ον]
[ — — — — — — — — — — —]ο̣[— — — — — ]
[ — — — — — — — — — — — —]λυκωνιδ[— —]
30 [ἀφικόμενον εἰς Θ]άσον διαλέγεσθα[ι]
[ — — — — — — — — — — δι]αφυλάσσει[ν]
[ — — — — — — — — — — — — — ὅπως πᾶ]-
[σι φανερὸν ἦι, ὅτι ὃ δῆμος ἐπίσταται]
[τι]μᾶν [τοὺς εὐεργ]ετοῦντας α[ὐτὸν κα]-
35 [τ’] ἀξίαν τῶ[ν] εὐεργετημάτων· ἐφόδιον
δὲ δοῦναι τῶι πρεσβευτῆι τοὺς ἐπὶ τῆι
[δ]ιοικήσει ἡμερῶν τριάκοντα.
Search Help
Contact Us