[ ] Tr.: nördl. Troas — Lampsakos (Lapseki) [Aa: Eresos od. Methymna?] — 2.Jh.v.Chr.? — IK 6,34
1 [— — — — — — — — — —]αοακ[— — — — — — — — — —]
[— — — — — — — — — — ]το[ — — — — — — — — — —]
[— —]ευς ἀπο[ — — — —]ρα[— — — —]σμ[— — — — —]
[ —]νοσ[— — ψ]ηφισ[— — — —]α̣ο̣[— ]τα[ —]αι[— —]
5 []δωλ[— ]αμμι[— —]εις ἀλλὰ κ̣αὶ[ — — — — — — —]
[δε]δόχθαι τῷ δάμῳ· ἐπειδὴ τῷ <δ>[άμω ψαφισσα]-
[μέ]νω δικαστὰν μεταπέμψασθαι [ἐγ Λαμψά]-
[κω, Λ]α̣μψακηνοί, ἔοντες ἄμμι συγγέ[νεες καὶ εὔνο]-
[ο]ι, τὰμ πᾶσαν ἐπιμέλειαγ καὶ σπουδ[ὰν ποιησά]-
10 [μ]<ε>νοι ἀπέστελλαν ἄνδρα καλὸγ κἀγα[θὸν Δα]-
[μ]ο̣κρέοντα Ζήνωνος, ὃς καὶ παραγενόμεν[ος ταὶς]
δίκαις ἐδίκασσε, ταὶ[ς] δὲ καὶ διέλυσε ἴσως κ[αὶ δικαί]-
ως καὶ κὰτ τοὶς νόμοις, ἐποιήσατο δὲ καὶ τὰν [ἐπιδα]-
μίαγ καὶ καθ’ ὃγ καιρὸν ἐδίκαζε καὶ ἀφεθεὶς εὐκόσμ[ως καὶ]
15 ἀξίως ἀμφοτέραν τᾶμ πόλιων· ἐπαινέσσαι οὖν τ[ὸν]
δᾶμον τὸν Λαμψακανῶγ καὶ στεφανῶσαι ἐν τῶι ἀγῶνι
τῶν Ἡρακλείων, ἀναγγέλλοντος τῶ κάρυκος ὅττι· ὁ δᾶμ-
ος στεφανοῖ τὸν δᾶμον τὸμ Λαμψακανῶν ἀποστέλλ-
αντα δικαστὰγ καλὸγ κἀγαθὸν ἀρετᾶς ἕνεκα καὶ εὐ-
20 νοίας τᾶς εἰς ἑαυτὸγ χρυσέῳ στεφάνῳ τῷ ἐννό-
[μ]ῳ· ἐπαινέσσαι δὲ καὶ τὸν δικαστὰγ καὶ στεφανῶσαι ἐν
τῶι ἀγῶνι τῶν Ἡρακλείων, ἀναγγέλλοντος τῶ κάρυκος ὅτ-
τι· ὁ δᾶμος στεφανοῖ τὸν ἀποσταλέντα δικαστὰν ἐκ Λαμψ-
άκω Δαμοκρέοντα Ζήνωνος δικάσσαντα ταὶς δί-
25 [κ]αις ὀρθῶς καὶ δικαίως καὶ κὰτ τοὶς νόμοις ἀρετᾶς [ἕ]-
νεκα καὶ εὐνοίας τᾶς εἰς ἑαυτὸν στεφάνῳ χρυσέῳ [τῷ]
[ἐν]νόμῳ· τᾶς δὲ ἀναγγελί{λι}ας {²⁶ἀναγγελίας}²⁶ τῶν στεφάνων [ἐπι]-
[μ]έλειαμ ποιήσασθαι τοὶστραταγοίς· ὑπάρχειν δ[ὲ τῷ]
[δ]ικαστᾶ καὶ προξενίαμ παρὰ τᾷ πόλει καὶ ἔφοδον [ἐπὶ]
30 [τ]ὰμ βολλὰγ καὶ δᾶμομ μετὰ τὸγ χρηματισμὸν
[τ]ὸμ περὶ τῶν ἱρῶν· δεῖξαι δὲ καὶ πρεσβεῖα ἐν τᾷ ἐκ-
κ̣λ̣ησίᾳ ὅστις παραγενόμενος πρὸς Λαμψακανοὶς [τό]
[τ]ε ψάφισμα ἀποδώσει καὶ ἀξιάσει ποιήσασθαι τ[ὰν ἀν]-
αγγελίαν τῶν στεφάνωγ καὶ παρ’ ἑαυτοῖς ἐν το[ῖς Δι]-
35 ονυσίοις καὶ ἵνα ἀναγραφῇ τὸ ψάφισμα τοῦτο [εἰς]
[σ]τάλαν λευκῶ λίθω καὶ ἀνατεθῇ ἐν τῷ ἐπιφ[ανεστά]-
τῳ τόπῳ· χειροτονῆσαι δὲ ἐν τᾷ ἐκκληίᾳ ἐφόδι]-
ον τῷ πρεσβευτᾷ ποσσᾶν [ἁμερᾶν δεήσει — — — — ]
χειροτονηθεν[ — — — — — — — — — — — — — — — — ]
40 νος προσω[— — — — — — — — — — — — — — — — — — ]
Search Help
Contact Us