[ ] Äg. Inseln — Thasos, Agora von [Aa: Lampsakos] — 1.Drittel 1.Jh.v.Chr. — IK 6,7
1             Λαμψακηνῶν
Λαμψακηνῶν στρατηγοὶ Θασίων ἄρχουσι
χαίρειν· εἰ ἔρωσθε, τὸ δέον ἂν εἴη, καὶ ἡμεῖς
δὲ ὑγιαίνομεν· τῶν γεγονότων
5 φιλανθρώπων παρ’ ἡμῖν τῶι πολίτῃ ὑμῶν
Διονυσοδώρωι Πεμπίδου
ἐξαπεστάλκαμεν τὰ ἀντίγραφα
ὑποτάξαντες ὑπὸ τὴν ἐπιστολὴν·
πρυτανεύοντος Πριάπου Ἐπιφανοῦς,
10 ψηφίσματα ἐκ βουλῆς· Ἡραιῶνος· ἔδοξεν
τῆι βουλῆι καὶ τῶι δήμω<ι>· Ἵππων Μνησιθέου
γραμμάτευεν, Διονύσιος Ληναίου εἶπεν·
ἐπεὶ Διονυσόδωρος Πεμπίδου Θάσιος
ἐκτενῆ καὶ πρόθυμον ἑαυτὸν εἰς τὰ τοῦ δήμου
15 παρασκευάζει πράγματα, συναντιλαμβάνετα<ι>
δὲ καὶ τοῖς κατ’ ἰδίαν ἑαυτοῦ ποιουμένο<ι>ς χρείαν,
καθότι περὶ τούτων διαμεμαρτύρηται,
ἀπεφαίνοντο δὲ πλείονες καθηκόντως ἂν
τιμηθῆναι αὐτὸν προξενίαι, ἐν δὲ τῶι νόμωι
20 γέγραπται, ἐάν τινα βούληται ὁ δῆμος
τιμῆσαι προξενίαι καὶ προστάξηι τῆι βουλῇ
ψηφισάμενος ἐγ κυρίαι ἐκκλησίᾳ, τὴν βουλὴν
προβουλεύειν· δεδόχθαι τῇ βουλῆι
καὶ τῶι δήμωι, τὴν βουλὴν προβουλεύσασαν
25 καθ’ ὃ τιμηθήσεται προξενίαι Διονυσόδωρος
ἐξενεγκεῖν εἰς ἐκκλησίαν, συντελεῖσθαι δὲ
ὡς ἂν τῶι δήμωι δόξηι· πρυτανευούσης
Ἀφροδίτης Ἐπιφανοῦς, ψηφίσματα
ἐκ βουλῆς· Ἀπατουριῶνος· ἔδοξεν
30 τῶι δήμωι· Παιώνιος Ἰφίτου ἐγραμμάτευεν,
γνώιμη τῆς βουλῆς· ἐπεὶ ἐψηφίσατο
ὁ δῆμος τὴν βουλὴν προ{ε}βουλεύσασαν {²⁶προβουλεύσασαν}²⁶
καθ’ ὃ τιμηθήσεται προξενίαι Διονυσόδωρος
Πεμπίδου Θάσιος ἐξενεγκεῖν εἰς ἐκκλησίαν,
35 συντελεῖσθαι δὲ ὡς ἂν τῶι δήμωι δόξηι,
δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι, εἶναι
πρόξενον τῆς πόλεως τῆς Λαμψακηνῶν
Διονυσόδωρον Πεμπίδου Θάσιον καὶ ἐξεῖναι
αὐτῶι ἀφικνεῖσθαι εἰς Λάμψακον ἀσυλεὶ
40 καὶ ἀσπονδεὶ καὶ ἐ<ν> εἰρή{ι}νηι {²⁶εἰρήνηι}²⁶ καὶ ἐμ πολέμωι,
καὶ δίκας ἴσχειν προδίκους, ὑπάρχειν δὲ
αὐτῶι καὶ ἔφοδον ἐπί τε τὴν βουλὴν
καὶ τὸν δῆμον πρώτωι μετὰ τὰ ἱερά·
δεδόσθαι δὲ αὐτῶι καὶ τὰ λοιπὰ φιλάνθρω-
45 πα ὅσα καὶ τοῖς ἄλλοις προξένοις ὑπὸ
τοῦ νόμου συγκεχώρηται.
Search Help
Contact Us