[ ]
Äg. Inseln — Thasos, Agora von [Aa: Lampsakos] — 1.Drittel 1.Jh.v.Chr. — IK 6,7
1 | Λαμψακηνῶν |
Λαμψακηνῶν στρατηγοὶ Θασίων ἄρχουσι | |
χαίρειν· εἰ ἔρωσθε, τὸ δέον ἂν εἴη, καὶ ἡμεῖς | |
δὲ ὑγιαίνομεν· τῶν γεγονότων | |
5 | φιλανθρώπων παρ’ ἡμῖν τῶι πολίτῃ ὑμῶν |
Διονυσοδώρωι Πεμπίδου | |
ἐξαπεστάλκαμεν τὰ ἀντίγραφα | |
ὑποτάξαντες ὑπὸ τὴν ἐπιστολὴν· | |
πρυτανεύοντος Πριάπου Ἐπιφανοῦς, | |
10 | ψηφίσματα ἐκ βουλῆς· Ἡραιῶνος· ἔδοξεν |
τῆι βουλῆι καὶ τῶι δήμω<ι>· Ἵππων Μνησιθέου | |
ἐγραμμάτευεν, Διονύσιος Ληναίου εἶπεν· | |
ἐπεὶ Διονυσόδωρος Πεμπίδου Θάσιος | |
ἐκτενῆ καὶ πρόθυμον ἑαυτὸν εἰς τὰ τοῦ δήμου | |
15 | παρασκευάζει πράγματα, συναντιλαμβάνετα<ι> |
δὲ καὶ τοῖς κατ’ ἰδίαν ἑαυτοῦ ποιουμένο<ι>ς χρείαν, | |
καθότι περὶ τούτων διαμεμαρτύρηται, | |
ἀπεφαίνοντο δὲ πλείονες καθηκόντως ἂν | |
τιμηθῆναι αὐτὸν προξενίαι, ἐν δὲ τῶι νόμωι | |
20 | γέγραπται, ἐάν τινα βούληται ὁ δῆμος |
τιμῆσαι προξενίαι καὶ προστάξηι τῆι βουλῇ | |
ψηφισάμενος ἐγ κυρίαι ἐκκλησίᾳ, τὴν βουλὴν | |
προβουλεύειν· δεδόχθαι τῇ βουλῆι | |
καὶ τῶι δήμωι, τὴν βουλὴν προβουλεύσασαν | |
25 | καθ’ ὃ τιμηθήσεται προξενίαι Διονυσόδωρος |
ἐξενεγκεῖν εἰς ἐκκλησίαν, συντελεῖσθαι δὲ | |
ὡς ἂν τῶι δήμωι δόξηι· πρυτανευούσης | |
Ἀφροδίτης Ἐπιφανοῦς, ψηφίσματα | |
ἐκ βουλῆς· Ἀπατουριῶνος· ἔδοξεν | |
30 | τῶι δήμωι· Παιώνιος Ἰφίτου ἐγραμμάτευεν, |
γνώιμη τῆς βουλῆς· ἐπεὶ ἐψηφίσατο | |
ὁ δῆμος τὴν βουλὴν προ{ε}βουλεύσασαν {²⁶προβουλεύσασαν}²⁶ | |
καθ’ ὃ τιμηθήσεται προξενίαι Διονυσόδωρος | |
Πεμπίδου Θάσιος ἐξενεγκεῖν εἰς ἐκκλησίαν, | |
35 | συντελεῖσθαι δὲ ὡς ἂν τῶι δήμωι δόξηι, |
δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι, εἶναι | |
πρόξενον τῆς πόλεως τῆς Λαμψακηνῶν | |
Διονυσόδωρον Πεμπίδου Θάσιον καὶ ἐξεῖναι | |
αὐτῶι ἀφικνεῖσθαι εἰς Λάμψακον ἀσυλεὶ | |
40 | καὶ ἀσπονδεὶ καὶ ἐ<ν> εἰρή{ι}νηι {²⁶εἰρήνηι}²⁶ καὶ ἐμ πολέμωι, |
καὶ δίκας ἴσχειν προδίκους, ὑπάρχειν δὲ | |
αὐτῶι καὶ ἔφοδον ἐπί τε τὴν βουλὴν | |
καὶ τὸν δῆμον πρώτωι μετὰ τὰ ἱερά· | |
δεδόσθαι δὲ αὐτῶι καὶ τὰ λοιπὰ φιλάνθρω- | |
45 | πα ὅσα καὶ τοῖς ἄλλοις προξένοις ὑπὸ |
τοῦ νόμου συγκεχώρηται. |