[ ]
Tr.: nördl. Troas — Lampsakos (Lapseki)? [F2: Gelibolu] — 196/195 v.Chr. — IK 6,4
See also:
| 1 | [ — — — — — — — — — — — — — — ]ε[— —]ια[— — — — — — ἐν] |
| [τοῖς ψηφίσμασι τοῖ]ς ὑπεράνω γεγραμμένο[ις· τοῦ δὲ δή]- | |
| [μοῦ ζητοῦντος] καὶ κατακαλουμένου μετὰ πάσης φ[ιλο]- | |
| [τιμίας τοὺς] ἐπιδώσοντας ἑαυτούς, καὶ ψηφισαμένου [ἵ]- | |
| 5 | [να τοῖ]ς πρεσβεύσασιν ὑπὲρ τῆς πόλεως πρός τε |
| [Μασσαλι]ήτας καὶ Ῥωμαίους τίμιόν τι ὑπάρξει παρὰ τοῦ | |
| [δήμου κ]αὶ ἵνα, ὅταν ἐπανέλθωσιν οἱ πρεσβευταί, προβο[υ]- | |
| [λεύσει ἡ β]ουλὴ καθότι τιμη[θ]ήσονται, καὶ προβληθέντ[ων] | |
| [τινῶν καὶ] οὐχ ὑπομενόντων, ἐνίων δὲ καὶ χειροτονηθέ[ν]- | |
| 10 | [των καὶ ἐξο]μοσαμένων διὰ τὸ μέγεθος τῆς κομιδῆς [καὶ] |
| [τῆς δαπάν]η̣ς̣, Ἡγησίας προβληθεὶς ἀντὶ τοῦ ἐξομόσασ- | |
| [θαι καὶ παρακ]λ̣ηθεὶς καὶ ἀξιωθεὶς ὑπὸ τοῦ δήμου οὐδ[ὲν] | |
| [φροντίσας τῶν] κατὰ τὴν ἐκγδημίαν κινδύνων, ἀλλ[ὰ ἐν] | |
| [ἐλάσσονι θέμε]νος τὰ καθ’ αὑτὸν τοῦ τῆι πόλει συμφέ[ρον]- | |
| 15 | [τος ἐπεδέξατο] τὴν πρεσβείαν, καὶ ἐγδημήσας καὶ πα[ραγε]- |
| [νόμενος εἰς τὴν] Ἑλλάδα, ἐντυχὼν μετὰ τῶν συμπρ[εσ]- | |
| [βευτῶν τῶι στ]ρατηγῶι τῶν Ῥωμαίων τῶι ἐπὶ τῶν ναυ[τι]- | |
| [κῶν Λευκίωι ἀ]πελογίσατο αὐτῶι διὰ πλειόνων διότι σ[υγ]- | |
| [γενὴς ὢν κα]ὶ φίλος ὁ δῆμος τοῦ Ῥωμαίων δήμου ἐξαπέσ[τει]- | |
| 20 | [λεν αὐτοὺς] πρὸς αὐτόν, καὶ διότι ἀξιοίη αὐτὸν καὶ παρα[κα]- |
| [λοίη μετὰ τῶν σ]υμπρεσβευτῶν, ὄντων ἡμῶν συγγενῶν τῶ[ν Ῥω]- | |
| [μαίων, προνοεῖ]ν περὶ τῆς πόλεως ἡμῶν, ἵνα συντελῆτα[ι ἃ ἂν] | |
| [εἶναι δοκῆι] λυσιτελῆ τῶι δήμωι· ἐπιβάλλειν γὰρ αὐτ̣[οῖς] | |
| [ἀεὶ προίσ]τασθαι τῶν τῆι πόλει συμφερόντων διά τε [τὴν ὑ]- | |
| 25 | [πάρχουσαν] ἡμῖν πρὸς αὐτοὺς συγγένειαν, ἣν καὶ ἀπο[— — —] |
| [— — — — — κ]αὶ διὰ τὸ Μασσαλιήτας εἶναι ἡμῖν ἀδελφ̣[ούς], | |
| [οἵ εἰσι φίλ]οι καὶ σύμμαχοι τοῦ δήμου τοῦ Ῥωμαίων· κ[αὶ] | |
| [προενοήθησαν ἵνα λ]άβωσιν ἀποκρίσεις τὰς ἁρμοζούσας τ[ῶι δή]- | |
| [μωι ἡμῶν ἐξαπο]στείλασθαι· δι’ ὧν εὐθαρσέστερος ὁ δῆ[μος ἦν]· | |
| 30 | [ἐν γὰρ ταύτ]αις διασαφεῖ, ἀποδεχόμενος τὴν οἰκε[ιότη]- |
| [τα καὶ συγγέν]ειαν τὴν ὑπάρχουσαν ἡμῖν πρὸς Ῥωμ[αίους], | |
| [καθὼς ὑπέσχε]το, ἐὰν πρός τινας φιλίαν ἢ ὅρκια ποῆται, [διότι] | |
| [ἐν τούτοις π]εριλήψεται τὴμ πόλιν ἡμῶν, καὶ διατηρ[ήσειν] | |
| [τὴν δημοκρα]τίαν καὶ τὴν αὐτονομίαν καὶ τὴν εἰρή[νην καὶ] | |
| 35 | [ὅτι ἂν ἀεὶ δύ]νηται εὐχρηστήσειν, καὶ διότι, ἐάν τις [παρεν]- |
| [οχλεῖν πειρᾶτ]αι οὐκ ἐπιτρέψαι ἀλλὰ κωλύσει· ἐντυχ[ὼν δὲ μετὰ] | |
| [τῶν συμπρε]σβευτῶν τῶι ἐπὶ τοῦ ναυτικοῦ ταμία[ι ․․․․․] | |
| [․․․․ καὶ πείσα]ς αὐτὸν ἀεί τινος ἀγαθοῦ παραίτιον γίνεσ̣[θαι], | |
| [ἔλαβεν καὶ π]αρ’ αὐτοῦ ἐπιστολὴν πρὸς τὸν δῆμο[ν ἡμῶν], | |
| 40 | [ἣν γνοὺς] συμφέρουσαν εἶναι κατεχώρισεν εἰς [τὰ δημό]- |
| [σια ἡμῶν ὁ δῆμος]· διακομισθεὶς δὲ [․․․․․․․18-22․․․․․․․․] | |
| [ — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
| [․․․․․․․․․] κ̣α̣ὶ̣ ὑπὲρ ὧν εἶχεν τὰ ψηφίσματα, πλ̣ε̣ύ[σας καὶ] | |
| [εἰς Μασσαλ]ίαν πλοῦν πολὺν καὶ ἐπικίνδυνον, ἐπ[ελθὼν ἐπὶ] | |
| 45 | [τοὺς ἑξακο]σίους παρεστήσατο αὐτοὺς καὶ ἔπραξ̣[εν ὅπως] |
| [τύχοι πρεσβ]ευτῶν εἰς τὸ συμπρεσβεύσασθαι μεθ’ α[ὑτοῦ ὑπὲρ] | |
| [τῆς πόλεως εἰ]ς Ῥώμην· κρίναντες δὲ χρήσιμον εἶναι ἀξιώ[σαντες ἔλα]- | |
| [βον παρὰ τῶν] ἑξακοσίων συμφέρουσαν ἐπιστολὴν ὑ[πὲρ τοῦ δή]- | |
| [μου πρὸς τὸν δῆμ]ον τῶν Τολοστοαγίων Γαλατῶν· διακομ[ισθεὶς δὲ εἰς] | |
| 50 | [Ῥώμην μετὰ τ]ῶν συμπρεσβευτῶν καὶ τῶν συναποστ[αλέντων] |
| [αὐτῶι ἐκ Μασσα]λίας, καὶ χρηματίσας τῆι συνκλήτωι μετ[ὰ τούτων] | |
| [τῶν δηλωσάν]των τὴν εὔνοιαν καὶ τὴν αἵρεσιν ἣν ἔχ[οντες δια]- | |
| [τελοῦσι πρὸς αὐ]τοὺς καὶ ἀνανεωσαμένων τὴν ὑπάρχο[υσαν αὑ]- | |
| [τοῖς φιλίαν πρὸς] αὐτούς, ἀπολογισαμένων δὲ αὐτοῖς καὶ [περὶ ἡμῶν] | |
| 55 | [διότι αὐτοῖς μὲ]ν εἶναι ἀδελφοῖς τῶι δήμωι ἡμῶν συμβαίνε[ι, τὴν δὲ] |
| [εὔνοιαν ἀκόλ]ουθον ἔχειν τῆι συγγενεία[ι, ἐ]νεφάνισε δὲ αὐ[τοῖς καὶ] | |
| [αὐτὸς περὶ τού]των, καὶ ὧν προσδεόμεν[ο]ς ὁ δῆμος ὑπάρξαι [ταύτην ἐξ]- | |
| [ἀπέστειλε τὴ]μ πρεσβείαν, καὶ παρεκάλει αὐτοὺς μετὰ τ[ῶν συμ]- | |
| [πρεσβευτῶν ὡς] περὶ τῆς τῶν ἄλλων φίλων καὶ οἰκείων ἀσ[φαλείας] | |
| 60 | [οὕτως κ]αὶ ὑπὲρ τῆς πόλεως ἡμῶν φροντίζειν, δ[ιά τε τὴν] |
| [συγγένειαν καὶ] τ̣ὰ ὑπάρχοντα ἡμῖν πρὸς αὐτοὺς φιλά[νθρωπα καὶ] | |
| [τὴν γεγενη]μένην ἡμῖν σύστασιν διὰ Μασσαλ̣[ιητῶν ἀξι]- | |
| [ῶν καὶ ἐπιστολὴν λ]αβεῖν συμφέρουσαν τῶι δήμωι, καὶ ἐγ[λιπαρησάν]- | |
| [των τῶν πρεσβ]ευτῶν ὅπως συμπεριληφθῶμεν [ἐν ταῖς] | |
| 65 | [συνθήκαις] ταῖς γενομέναις Ῥωμαίοις πρὸς τὸμ [β]α̣[σιλέα Φίλιππον], |
| [ἡ σύγκλητος περι]έλαβεν ἡμᾶς ἐν ταῖς συνθήκαις πρ[ὸς τὸμ βα]- | |
| [σελέα, καθό]τι καὶ αὐ̣τ̣ο[ὶ] γράφουσιν· περὶ δὲ τῶν σ[υμπάντων ἄλ]- | |
| [λων ἀνήγαγ]εν αὐτοὺς ἡ σύγκλητος πρὸς τὸν [τῶν Ῥωμαί]- | |
| [ων στρατηγ]ὸν ὕπατον Τίτον καὶ τοὺς δέκα τοὺς ἐ[πὶ τῶν τῆς Ἑλλά]- | |
| 70 | [δος πραγμάτω]ν· καὶ παραγενόμενος εἰς Κόρινθον με[τὰ — — ] |
| [ — — καὶ Ἀπο]λλοδώρου ἐνέτυχεν τῶι στρατηγῶι [καὶ τοῖς] | |
| [δέκα, καὶ δια]λεγεὶς αὐτοῖς ὑπὲρ τοῦ δήμου καὶ πα[ρακαλέ]- | |
| [σας μετὰ πάσης] φιλοτιμίας ἵνα πρόνοιαν ποιῶνται [ὑπὲρ ἡμῶν] | |
| [καὶ συμβάλλω]νται εἰς τὸ διασώιζεσθαι τὴμ πόλιν [ἡμῶν αὐ]- | |
| 75 | [τονομουμένην] καὶ δημοκρατουμένην· περὶ ὧν καὶ ἔλ[αβε δόγ]- |
| [μα φιλάνθρωπο]ν καὶ ἐπιστολὰς πρὸς τοὺς βασιλεῖ[ς — — — — ] | |
| [γνοὺς συμφερο]ύσας αὐτῶι εἶναι διαπέστειλεν [ — — — — — — ] | |
| [ — — — — ὁ δῆμ]ος, καθότι προεψηφίσ[ατο — — — — — — — — — ] |