[ ] Tr.: nördl. Troas — Lampsakos (Lapseki)? [F2: Gelibolu] — 196/195 v.Chr. — IK 6,4
1 [ — — — — — — — — — — — — — — ]ε[— —]ια[— — — — — — ἐν]
[τοῖς ψηφίσμασι τοῖ]ς ὑπεράνω γεγραμμένο[ις· τοῦ δὲ δή]-
[μοῦ ζητοῦντος] καὶ κατακαλουμένου μετὰ πάσης φ[ιλο]-
[τιμίας τοὺς] ἐπιδώσοντας ἑαυτούς, καὶ ψηφισαμένου [ἵ]-
5 [να τοῖ]ς πρεσβεύσασιν ὑπὲρ τῆς πόλεως πρός τε
[Μασσαλι]ήτας καὶ Ῥωμαίους τίμιόν τι ὑπάρξει παρὰ τοῦ
[δήμου κ]αὶ ἵνα, ὅταν ἐπανέλθωσιν οἱ πρεσβευταί, προβο[υ]-
[λεύσει ἡ β]ουλὴ καθότι τιμη[θ]ήσονται, καὶ προβληθέντ[ων]
[τινῶν καὶ] οὐχ ὑπομενόντων, ἐνίων δὲ καὶ χειροτονηθέ[ν]-
10 [των καὶ ἐξο]μοσαμένων διὰ τὸ μέγεθος τῆς κομιδῆς [καὶ]
[τῆς δαπάν]η̣ς̣, Ἡγησίας προβληθεὶς ἀντὶ τοῦ ἐξομόσασ-
[θαι καὶ παρακ]λ̣ηθεὶς καὶ ἀξιωθεὶς ὑπὸ τοῦ δήμου οὐδ[ὲν]
[φροντίσας τῶν] κατὰ τὴν ἐκγδημίαν κινδύνων, ἀλλ[ὰ ἐν]
[ἐλάσσονι θέμε]νος τὰ καθ’ αὑτὸν τοῦ τῆι πόλει συμφέ[ρον]-
15 [τος ἐπεδέξατο] τὴν πρεσβείαν, καὶ ἐγδημήσας καὶ πα[ραγε]-
[νόμενος εἰς τὴν] Ἑλλάδα, ἐντυχὼν μετὰ τῶν συμπρ[εσ]-
[βευτῶν τῶι στ]ρατηγῶι τῶν Ῥωμαίων τῶι ἐπὶ τῶν ναυ[τι]-
[κῶν Λευκίωι ἀ]πελογίσατο αὐτῶι διὰ πλειόνων διότι σ[υγ]-
[γενὴς ὢν κα]ὶ φίλος ὁ δῆμος τοῦ Ῥωμαίων δήμου ἐξαπέσ[τει]-
20 [λεν αὐτοὺς] πρὸς αὐτόν, καὶ διότι ἀξιοίη αὐτὸν καὶ παρα[κα]-
[λοίη μετὰ τῶν σ]υμπρεσβευτῶν, ὄντων ἡμῶν συγγενῶν τῶ[ν Ῥω]-
[μαίων, προνοεῖ]ν περὶ τῆς πόλεως ἡμῶν, ἵνα συντελῆτα[ι ἃ ἂν]
[εἶναι δοκῆι] λυσιτελῆ τῶι δήμωι· ἐπιβάλλειν γὰρ αὐτ̣[οῖς]
[ἀεὶ προίσ]τασθαι τῶν τῆι πόλει συμφερόντων διά τε [τὴν ὑ]-
25 [πάρχουσαν] ἡμῖν πρὸς αὐτοὺς συγγένειαν, ἣν καὶ ἀπο[— — —]
[— — — — — κ]αὶ διὰ τὸ Μασσαλιήτας εἶναι ἡμῖν ἀδελφ̣[ούς],
[οἵ εἰσι φίλ]οι καὶ σύμμαχοι τοῦ δήμου τοῦ Ῥωμαίων· κ[αὶ]
[προενοήθησαν ἵνα λ]άβωσιν ἀποκρίσεις τὰς ἁρμοζούσας τ[ῶι δή]-
[μωι ἡμῶν ἐξαπο]στείλασθαι· δι’ ὧν εὐθαρσέστερος ὁ δῆ[μος ἦν]·
30 [ἐν γὰρ ταύτ]αις διασαφεῖ, ἀποδεχόμενος τὴν οἰκε[ιότη]-
[τα καὶ συγγέν]ειαν τὴν ὑπάρχουσαν ἡμῖν πρὸς Ῥωμ[αίους],
[καθὼς ὑπέσχε]το, ἐὰν πρός τινας φιλίαν ἢ ὅρκια ποῆται, [διότι]
[ἐν τούτοις π]εριλήψεται τὴμ πόλιν ἡμῶν, καὶ διατηρ[ήσειν]
[τὴν δημοκρα]τίαν καὶ τὴν αὐτονομίαν καὶ τὴν εἰρή[νην καὶ]
35 [ὅτι ἂν ἀεὶ δύ]νηται εὐχρηστήσειν, καὶ διότι, ἐάν τις [παρεν]-
[οχλεῖν πειρᾶτ]αι οὐκ ἐπιτρέψαι ἀλλὰ κωλύσει· ἐντυχ[ὼν δὲ μετὰ]
[τῶν συμπρε]σβευτῶν τῶι ἐπὶ τοῦ ναυτικοῦ ταμία[ι ․․․․․]
[․․․․ καὶ πείσα]ς αὐτὸν ἀεί τινος ἀγαθοῦ παραίτιον γίνεσ̣[θαι],
[ἔλαβεν καὶ π]αρ’ αὐτοῦ ἐπιστολὴν πρὸς τὸν δῆμο[ν ἡμῶν],
40 [ἣν γνοὺς] συμφέρουσαν εἶναι κατεχώρισεν εἰς [τὰ δημό]-
[σια ἡμῶν ὁ δῆμος]· διακομισθεὶς δὲ [․․․․․․․18-22․․․․․․․․]
[ — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
[․․․․․․․․․] κ̣α̣ὶ̣ ὑπὲρ ὧν εἶχεν τὰ ψηφίσματα, πλ̣ε̣ύ[σας καὶ]
[εἰς Μασσαλ]ίαν πλοῦν πολὺν καὶ ἐπικίνδυνον, ἐπ[ελθὼν ἐπὶ]
45 [τοὺς ἑξακο]σίους παρεστήσατο αὐτοὺς καὶ ἔπραξ̣[εν ὅπως]
[τύχοι πρεσβ]ευτῶν εἰς τὸ συμπρεσβεύσασθαι μεθ’ α[ὑτοῦ ὑπὲρ]
[τῆς πόλεως εἰ]ς Ῥώμην· κρίναντες δὲ χρήσιμον εἶναι ἀξιώ[σαντες ἔλα]-
[βον παρὰ τῶν] ἑξακοσίων συμφέρουσαν ἐπιστολὴν ὑ[πὲρ τοῦ δή]-
[μου πρὸς τὸν δῆμ]ον τῶν Τολοστοαγίων Γαλατῶν· διακομ[ισθεὶς δὲ εἰς]
50 [Ῥώμην μετὰ τ]ῶν συμπρεσβευτῶν καὶ τῶν συναποστ[αλέντων]
[αὐτῶι ἐκ Μασσα]λίας, καὶ χρηματίσας τῆι συνκλήτωι μετ[ὰ τούτων]
[τῶν δηλωσάν]των τὴν εὔνοιαν καὶ τὴν αἵρεσιν ἣν ἔχ[οντες δια]-
[τελοῦσι πρὸς αὐ]τοὺς καὶ ἀνανεωσαμένων τὴν ὑπάρχο[υσαν αὑ]-
[τοῖς φιλίαν πρὸς] αὐτούς, ἀπολογισαμένων δὲ αὐτοῖς καὶ [περὶ ἡμῶν]
55 [διότι αὐτοῖς μὲ]ν εἶναι ἀδελφοῖς τῶι δήμωι ἡμῶν συμβαίνε[ι, τὴν δὲ]
[εὔνοιαν ἀκόλ]ουθον ἔχειν τῆι συγγενεία[ι, ἐ]νεφάνισε δὲ αὐ[τοῖς καὶ]
[αὐτὸς περὶ τού]των, καὶ ὧν προσδεόμεν[ο]ς ὁ δῆμος ὑπάρξαι [ταύτην ἐξ]-
[ἀπέστειλε τὴ]μ πρεσβείαν, καὶ παρεκάλει αὐτοὺς μετὰ τ[ῶν συμ]-
[πρεσβευτῶν ὡς] περὶ τῆς τῶν ἄλλων φίλων καὶ οἰκείων ἀσ[φαλείας]
60 [οὕτως κ]αὶ ὑπὲρ τῆς πόλεως ἡμῶν φροντίζειν, δ[ιά τε τὴν]
[συγγένειαν καὶ] τ̣ὰ ὑπάρχοντα ἡμῖν πρὸς αὐτοὺς φιλά[νθρωπα καὶ]
[τὴν γεγενη]μένην ἡμῖν σύστασιν διὰ Μασσαλ̣[ιητῶν ἀξι]-
[ῶν καὶ ἐπιστολὴν λ]αβεῖν συμφέρουσαν τῶι δήμωι, καὶ ἐγ[λιπαρησάν]-
[των τῶν πρεσβ]ευτῶν ὅπως συμπεριληφθῶμεν [ἐν ταῖς]
65 [συνθήκαις] ταῖς γενομέναις Ῥωμαίοις πρὸς τὸμ [β]α̣[σιλέα Φίλιππον],
[ἡ σύγκλητος περι]έλαβεν ἡμᾶς ἐν ταῖς συνθήκαις πρ[ὸς τὸμ βα]-
[σελέα, καθό]τι καὶ αὐ̣τ̣ο[ὶ] γράφουσιν· περὶ δὲ τῶν σ[υμπάντων  ἄλ]-
[λων ἀνήγαγ]εν αὐτοὺς ἡ σύγκλητος πρὸς τὸν [τῶν Ῥωμαί]-
[ων στρατηγ]ὸν ὕπατον Τίτον καὶ τοὺς δέκα τοὺς ἐ[πὶ τῶν τῆς Ἑλλά]-
70 [δος πραγμάτω]ν· καὶ παραγενόμενος εἰς Κόρινθον με[τὰ — — ]
[ — — καὶ Ἀπο]λλοδώρου ἐνέτυχεν τῶι στρατηγῶι [καὶ τοῖς]
[δέκα, καὶ δια]λεγεὶς αὐτοῖς ὑπὲρ τοῦ δήμου καὶ πα[ρακαλέ]-
[σας μετὰ πάσης] φιλοτιμίας ἵνα πρόνοιαν ποιῶνται [ὑπὲρ ἡμῶν]
[καὶ συμβάλλω]νται εἰς τὸ διασώιζεσθαι τὴμ πόλιν [ἡμῶν αὐ]-
75 [τονομουμένην] καὶ δημοκρατουμένην· περὶ ὧν καὶ ἔλ[αβε δόγ]-
[μα φιλάνθρωπο]ν καὶ ἐπιστολὰς πρὸς τοὺς βασιλεῖ[ς — — — — ]
[γνοὺς συμφερο]ύσας αὐτῶι εἶναι διαπέστειλεν [ — — — — — — ]
[ — — — — ὁ δῆμ]ος, καθότι προεψηφίσ[ατο — — — — — — — — — ]
Search Help
Contact Us