[ ] Capp. — Kaisareia (Kayseri) — ca. 360-390 AD — Anth.Pal. 1.92
       {²<Γρηγορίου τοῦ θεολόγου>}²
{²ἐν Καισαρείᾳ εἰς τὸν ναὸν τοῦ ἁγίου Βασιλείου A}²
   {²ἤγουν εἰς τὴν μεγάλην ἐκκλησίαν L}²
1 ἦν ὅτε Χριστὸς ἴαυεν ἐφ’ ὁλκάδος ἔμφυτον ὕπνον,
τετρήχει δὲ θάλασσα κυδοιμοτόκοισιν ἀήταις,
δείματί τε πλωτῆρες ἀνίαχον· "ἔγρεο, σῶτερ·
ὀλλυμένοις ἐπάμυνον." ἄναξ δὲ κέλευεν ἀναστὰς
5 ἀτρεμέειν ἀνέμους καὶ κύματα, καὶ πέλεν οὕτως·
θαύματι δὲ φράζοντο θεοῦ φύσιν οἱ παρεόντες.
Search Help
Contact Us