[ ]
Capp. — Kaisareia (Kayseri) — ca. 360-390 AD — Anth.Pal. 1.92
{²<Γρηγορίου τοῦ θεολόγου>}² | |
{²ἐν Καισαρείᾳ εἰς τὸν ναὸν τοῦ ἁγίου Βασιλείου A}² | |
{²ἤγουν εἰς τὴν μεγάλην ἐκκλησίαν L}² | |
1 | ἦν ὅτε Χριστὸς ἴαυεν ἐφ’ ὁλκάδος ἔμφυτον ὕπνον, |
τετρήχει δὲ θάλασσα κυδοιμοτόκοισιν ἀήταις, | |
δείματί τε πλωτῆρες ἀνίαχον· "ἔγρεο, σῶτερ· | |
ὀλλυμένοις ἐπάμυνον." ἄναξ δὲ κέλευεν ἀναστὰς | |
5 | ἀτρεμέειν ἀνέμους καὶ κύματα, καὶ πέλεν οὕτως· |
θαύματι δὲ φράζοντο θεοῦ φύσιν οἱ παρεόντες. |