[ ]
Capp. — Kaisareia (Kayseri) — ca. 360-390 AD — Anth.Pal. 1.92
| {²<Γρηγορίου τοῦ θεολόγου>}² | |
| {²ἐν Καισαρείᾳ εἰς τὸν ναὸν τοῦ ἁγίου Βασιλείου A}² | |
| {²ἤγουν εἰς τὴν μεγάλην ἐκκλησίαν L}² | |
| 1 | ἦν ὅτε Χριστὸς ἴαυεν ἐφ’ ὁλκάδος ἔμφυτον ὕπνον, |
| τετρήχει δὲ θάλασσα κυδοιμοτόκοισιν ἀήταις, | |
| δείματί τε πλωτῆρες ἀνίαχον· "ἔγρεο, σῶτερ· | |
| ὀλλυμένοις ἐπάμυνον." ἄναξ δὲ κέλευεν ἀναστὰς | |
| 5 | ἀτρεμέειν ἀνέμους καὶ κύματα, καὶ πέλεν οὕτως· |
| θαύματι δὲ φράζοντο θεοῦ φύσιν οἱ παρεόντες. |