[ ] Capp., S. — Khurman Kalesi
A.1        Ἀκιλλίου Χειρισόφου Ἀλεξάν-
        δρου τοῦ καὶ Φιλιππίου.
τῆσδε κόρη σκοπιῆς ποτ’ ἀπ’ ἠλιβάτοιο θοροῦσα
ἀθανάτων βουλῇσιν ὑπέκφυγεν ἄρκτον ἀπήμων·
5 διχθαδίῃς κώμῃσι Φιλιππίου Ἀρσινόου τε
οὗτος ἀρίγνωτος Πρείων ὅρος ἀστυφέλικτος.
ἔπλετο δ’ Ἀρσινόῳ μὲν ἐδέθλια Σαρρομάηνα,
τῷ δ’ ἄρ’ ἐπὶ προχοῇσι δύω ποταμῶν Σοβάγηνα
πιστοὶ δ’ ἀλλήλοις ἕταροι πέλον, ὧν φιλότητα
10 ἀρρήκτην πάγος οὗτος ἀπαγγέλλοι καὶ ἔπειτα.
B.1       τοῦ αὑτοῦ Χειρισόφου.
ἐννέα τοι πέτρηθεν ἐπὶ κρήνην Σοβαγήνων
καλλίροον στάδιοι Κόρακος ποταμοῖο παρ’ ὄχθας.
C.1        τοῦ αὐτοῦ Χειρισόφου.
ἔγγυθί τοι Σοβάγηνα καὶ αἰγλήεντα λοετρά·
ἢν δ’ ὀλίγον σπεύσῃς [λ]ούσ[εα]ι ἐκ καμάτου.
Search Help
Contact Us