[ ]
Capp., S. — Khurman Kalesi
| A.1 | Ἀκιλλίου Χειρισόφου Ἀλεξάν- |
| δρου τοῦ καὶ Φιλιππίου. | |
| τῆσδε κόρη σκοπιῆς ποτ’ ἀπ’ ἠλιβάτοιο θοροῦσα | |
| ἀθανάτων βουλῇσιν ὑπέκφυγεν ἄρκτον ἀπήμων· | |
| 5 | διχθαδίῃς κώμῃσι Φιλιππίου Ἀρσινόου τε |
| οὗτος ἀρίγνωτος Πρείων ὅρος ἀστυφέλικτος. | |
| ἔπλετο δ’ Ἀρσινόῳ μὲν ἐδέθλια Σαρρομάηνα, | |
| τῷ δ’ ἄρ’ ἐπὶ προχοῇσι δύω ποταμῶν Σοβάγηνα | |
| πιστοὶ δ’ ἀλλήλοις ἕταροι πέλον, ὧν φιλότητα | |
| 10 | ἀρρήκτην πάγος οὗτος ἀπαγγέλλοι καὶ ἔπειτα. |
| B.1 | τοῦ αὑτοῦ Χειρισόφου. |
| ἐννέα τοι πέτρηθεν ἐπὶ κρήνην Σοβαγήνων | |
| καλλίροον στάδιοι Κόρακος ποταμοῖο παρ’ ὄχθας. | |
| C.1 | τοῦ αὐτοῦ Χειρισόφου. |
| ἔγγυθί τοι Σοβάγηνα καὶ αἰγλήεντα λοετρά· | |
| ἢν δ’ ὀλίγον σπεύσῃς [λ]ούσ[εα]ι ἐκ καμάτου. |