1 | [ἐπὶ Δ]ιοτίμου ἄρχοντος ἐπὶ τῆς Ἀντι[γονίδος ἑ]- |
[βδό]μης πρυτανείας, ἧι Λυσίστρατο[ς Ἀριστομά]- | |
[χου] Παιανιεὺς ἐγραμμάτευεν· Γα[μηλιῶνος ἕνει] | |
[καὶ] νέαι, ἐνάτηι καὶ εἰ[κο]στῆι τῆ[ς πρυτανείας]· | |
5 | [ἐκκ]λησία· τῶν προέδρω[ν ἐπε]ψ[ήφιζεν ․․c.8․․․] |
[Αὐτ]οσθένου Ξυπετ[αιὼν καὶ συμπρόεδροι· ἔδο]- | |
[ξε]ν τῶι δήμωι· Ἀγύρ[ριος Καλλιμέδοντος Κολλυ]- | |
τεὺς εἶπεν· ἐπειδὴ [πρότερόν τε οἱ πρόγονοι οἱ] | |
Σπαρτόκου χρείας [παρέσχηνται τῶι δήμωι καὶ] | |
10 | νῦν Σπάρτοκος πα[ραλαβὼν τὴν εἰς τὸν δῆμον οἰ]- |
κειότητα κοινῆι [τε τῶι δήμωι χρείας παρέχε]- | |
ται καὶ ἰδίαι Ἀθη[ναίων τοῖς ἀφικνουμένοις] | |
πρὸς αὐτόν· ἀνθ’ [ὧν καὶ ὁ δῆμος ὁ Ἀθηναίων αὐτοὺς] | |
πολίτας ἐποιή[σατο καὶ ἐτίμησ]εν [εἰκόσιν χαλ]- | |
15 | καῖς ἔν τε τῆι [ἀγορᾶι καὶ] ἐν τῶι ἐμπορίωι [καὶ] |
ἄλλαις δωρεα[ῖς, αἷς προσή]κει τιμᾶσθαι τοὺ[ς] | |
ἀγαθοὺς ἄνδρ[ας, καὶ διέθε]το, ἐάν τις βαδίζε[ι] | |
ἐπὶ τὴν ἀρχὴν τ[ὴν τῶν προγόνω]ν αὐτοῦ ἢ τὴν Σπα[ρ]- | |
τόκου, βοηθε[ῖν παντὶ σθένε]ι κ[α]ὶ κατὰ γῆν καὶ | |
20 | κατὰ θάλατ[ταν· ἔτι δὲ Σπάρτ]οκος ἀφικομένης |
πρεσβείας [παρ’ Ἀθηναίων ἀκ]ούσας ὅτι ὁ δῆμος | |
κεκόμιστ[αι τὸ ἄστυ συνήσ]θη τοῖς εὐτυχήμασ[ι] | |
τοῦ δή[μ]ο[υ καὶ δέδωκεν σίτ]ου δωρεὰν μυρίου[ς] | |
καὶ πε[ντακισχιλίους με]δίμνους, ἐπαγγέλλε[τ]- | |
25 | [αι δὲ καὶ εἰς τὸ λοιπὸν χρ]είαν παρέξεσθαι τῶ[ι] |
[δήμωι τῶι Ἀθηναίων καθό]τι ἂν δύνηται, καὶ ταῦ- | |
[τα πράττει προαιρούμεν]ος διαφυλάττειν τὴν | |
[εὔνοιαν, τὴν εἰς τὸν δῆμ]ον τὴν παραδεδομένην | |
[αὐτῶι παρὰ τῶν προγόνω]ν· ὅπως ἂν οὖν φαίνηται | |
30 | [καὶ ὁ δῆμος φιλοτιμού]μενος πρὸς τοὺς εὔνους |
[διὰ τοῦ ἔμπροσθεν χρ]όνου διαμεμενηκότας αὐ- | |
[τῶι, τύχηι ἀγαθῆι δε]δόχθαι τῶι δήμωι ἐπ[αινέ]- | |
[σαι μὲν τὸν βασιλέ]α Σπάρτοκον Εὐμήλου [Βοσπ]- | |
[όριον καὶ στεφανῶ]σαι χρυσῶι στεφάνωι [κατὰ] | |
35 | [τὸν νόμον ἀρετῆς] ἕνεκα καὶ εὐνοίας ἣν ἔχω[ν δ]- |
[ιατελεῖ πρὸς τὸν] δῆμον καὶ ἀνειπεῖν τὸν στέ[φα]- | |
[νον Διονυσίων] τῶν μεγάλων τραγωιδοῖς ἐν τῶι | |
[ἀγῶνι· τῆς δὲ π]οιήσεως τοῦ στεφάνου καὶ τῆς ἀ- | |
[ναγορεύσεω]ς ἐπιμεληθῆναι τοὺς ἐπὶ τῆι διο[ι]- | |
40 | [κήσει· στῆσαι] δ’ αὐτοῦ καὶ εἰκόνα χαλκῆν ἐν τῆ[ι] |
[ἀγορᾶι παρὰ] τοὺς προγόνους καὶ ἑτέραν ἐ[ν ἀκρ]- | |
[οπόλει· ὅπω]ς ἂν δὲ καὶ εἰδῆι ὁ βασιλεὺς Σπάρτ[ο]- | |
[κος τὰ ἐψηφ]ισμένα τῶι δήμωι, χειροτονῆσαι πρέ- | |
[σβεις τρε]ῖς ἄνδρας ἐξ Ἀθηναίων ἁπάντων, οἵτι[ν]- | |
45 | [ες αἱρεθέ]ντες ἀπαροῦσιν καὶ τό τε ψήφισμα ἀ- |
[ποδώσου]σιν καὶ ἀπανγελοῦσι τὴν εὔνοιαν ἣν | |
[ἔχει πρὸ]ς αὐτὸν ὁ δῆμος καὶ παρακαλοῦσιν αὐ- | |
[τὸν βοηθ]εῖν τῶι δήμωι καθότι ἂν δύνηται· δοῦ- | |
[ναι δὲ ἐφό]δια τῶν πρέσβειων ἑκάστωι τὸ τετα- | |
50 | [γμένον]· ὅπως ἂν δὲ καὶ ὑπόμνημα ἦι τῆς οἰκειό- |
[τητος κ]αὶ τῶν δωρειῶν τῶν προστιθεμένων αὐ- | |
[τῶι πρ]ὸς ταῖς ὑπαρχούσαις, τὸν γραμματέα τὸν | |
[κατὰ π]ρυτανείαν ἀναγράψαι τόδε τὸ ψήφισμα | |
[ἐν στ]ήληι λιθίνηι καὶ στῆσαι ἐν ἀκροπόλει, τὸ | |
55 | [δὲ ἀν]άλωμα τὸ γενόμενον μερίσαι τοὺς ἐπὶ τῆι |
[διο]ικήσει. | |
56a | in corona: |
57 | ὁ δῆμος |
IG II²
653