| 1 | τ — — — — — — — — — — — — — — — — — — — |
| νγε — — — — — — — — — — — — — — — — — — — | |
| ν̣οραν[— — — — — — — — — — — — — τῆι τοῦ δήμου] | |
| σωτηρίαι [συναγωνιζόμενος διατετέλεκεν καὶ] | |
| 5 | νῦν τῶν πυλ[αγόρων καὶ τῶν ἄλλων Ἀμφικτιόνων] |
| τῶν ἐν Δελφο[ῖς ἀποφαινόντων τῶι δήμωι, ὅτι ἐπὶ] | |
| Διοκλέους ἄρχο[ντος Ἀθηναίων τινῶν ἀνδραποδι]- | |
| σθῆναι ἐξανγελθέ[ντων προθύμως αὐτοὺς ἐξηιτ]- | |
| ήσατο μετὰ Χαριξέ[νου τοῦ τῶν Αἰτωλῶν στρατηγοῦ] | |
| 10 | κ̣αὶ ἄλλους τῶν ἑαυτ[οῦ φίλων παρακαλεσάμενος ἐ]- |
| βιάσατο τοὺς παραν[ομοῦντας καὶ ἐπόησεν τοὺς λη]- | |
| φθέντας σωθῆναι καὶ [τὰ χρήματα τὰ ἁρπασθέντα] | |
| ἀποκατέστησεν αὐτο[ῖς βέβαια μετὰ πάσης ἀσφα]- | |
| λείας· ὅπως ἂν οὖν φ[ανεροὶ ὦσιν καὶ οἱ Ἀθηναῖοι] | |
| 15 | τιμῶντες τοὺς ἀγ[αθοὺς ἄνδρας, ἀγαθῆι τύχηι δεδό]- |
| [χ]θα[ι] τῆι βουλῆι τοὺ[ς προέδρους οἳ ἂν λάχωσιν] | |
| [ἐ]ν [τῶ]ι δήμωι προεδρ[εύειν ὅταν αἱ ἡμέραι ἐξήκω]- | |
| [σ]ιν [α]ἱ ἐκ τοῦ νόμου χρη[ματίσαι περὶ πολιτείας?] | |
| [τῆ]ς δω[ρ]εᾶς, γνώμην δὲ [ξυμβάλλεσθαι τῆς βουλῆς] | |
| 20 | [εἰ]ς τὸ[ν] δῆμον, ὅτι δοκεῖ [τῆι βουλῆι ἐπαινέσαι Αἴ]- |
| [σχρ]ωνα [Π]ροξ[έ]νου ἀρετῆ[ς ἕνεκεν καὶ φιλοτιμί]- | |
| [ας ἣ]ν ἔχων δια[τ]ελεῖ πρὸς τ[ὸν δῆμον τὸν Ἀθηναίων] | |
| [καὶ στ]εφανῶσ[α]ι χρυσῶι σ[τεφάνωι κατὰ τὸν νόμον]. | |
| [εἶναι] δ αὐτὸν καὶ Ἀθηναῖ[ον καὶ ἐκγόνους αὐτοῦ καὶ] | |
| 25 | [γράψ]ασθαι φυλῆς καὶ δήμ[ου καὶ φρατρίας ἧς ἂν βού]- |
| [λητα]ι καθάπερ καὶ οἱ πρό[γονοι αὐτοῦ, ὅπως καὶ οἱ] | |
| [ἄλλοι] φιλοτιμῶνται ἀγωνί[ζεσθαι ὑπὲρ τοῦ δήμου] | |
| [τοῦ Ἀθη]ναίων εἰδότες ὅτι χ[άριτας ἕξουσιν κατα]- | |
| [ξίας τ]ῶν εὐεργετημάτων· το[ὺς δὲ πρυτάνεις οἳ ἂ]- | |
| 30 | [ν τυγ]χάνωσιν πρυτανεύοντ[ες δοῦναι τὴν ψῆφον π]- |
| [ερὶ τῆ]ς δωρεᾶς, ἐπειδὰν ἐπικυ[ρωθῆι, εἰσαγαγεῖ]- | |
| [ν δὲ τὴν δ]οκιμασίαν τοὺς θεσμ[οθέτας αὐτῶι εἰς] | |
| [τὸ δικαστ]ήριον κατὰ τοὺς νόμο[υς. ἀναγράψαι δὲ τόδε] | |
| [τὸ ψήφισμ]α τὸν γραμματέα τῆς β[ουλῆς καὶ τοῦ δή]- | |
| 35 | [μου καὶ στ]ῆσαι ἐν ἀκ[ρ]οπόλει, εἰ[ς δὲ τὴν πόησιν τῆς στήλ]- |
| [ης μερίσαι] τοὺ[ς] ἐπὶ τῆι διοικήσ[ει τὸ ἀνάλωμα]. | |
| vacat 0.09 |
IG II²
652