[ ] Cil. — Seleukeia on the Kalykadnos (Silifke) — 161-180 AD — EA 17 (1991) 144, 1 — SEG 46.1733 (cf.)
A.1 ἡ Σελευκέων πόλις τὸν ἑαυτῶν
πολίτην Τ. Αἴλιον Αὐρήλιον Μάρωνα
καὶ Ἀλεξανδρέα τῶν πρὸς Αἰγύπτῳ
καὶ Ἀθηναῖον καὶ ἄλλων πολλῶν
5 πόλεων πολίτην, ξυστάρχην
περιοδονίκην τέλειον πρῶτον
ἀνθρώπων, παλαιστὴν ἄλειπτον
ἐστεφανωμένον ἱεροὺς εἰσελα-
στικοὺς ἀγῶνας
10 Ὀλύμπια, δὶς Ῥώμην, Πύθια δίς, Ἴσ-
θμια τρίς, Νέμεια τρίς, Ἀθήνας
πεντάκις, Ἄκτια, Νέαν Πόλιν δίς,
Ποτιόλους, Ἁλεῖα τὰ ἐν Ῥόδῳ, Ἀν-
τιόχειαν τρίς, Ἔφεσον δίς, Σμύ[ρ]-
15 ναν δίς, Πέργαμον τρίς, Τάρσον,
τὴν ἐξ Ἄργους ἀσπίδα, καὶ θεμα-
τικοὺς ἄλλους τεσσεράκοντα
         τέσσαρας.
B.1 εἰ καὶ βαιὸς ἰδεῖν, φήσεις μέγαν
οὔ τινα τόσσον / πάντα δαεὶς
μεγάλης ἔργα παλαισμοσύνης· /
δὶς μὲν γὰρ Ῥώμην, τρὶς δ’ Ἴσθμια, τρὶς
5 δὲ Νέμεια / καὶ Πεῖσαν στεφόμη̣[ν]
καὶ δύο Πυθιάδας· / δὶς δ’ ἄρ’ Ὀλυ̣[μ]-
πείων τε Πανελλήνων τε κέκα[σμαι] /
καὶ Παναθηναίων στέμμασι, δὶς
Ἐφέσου / καὶ δὶς Σμύρναν ἔχω, τρὶς
10 δ’ Ἀντιόχειαν ἐνείκων, / δὶς δὲ
Νέας Πόλεως ἆθλα τ’ ἐπ’ Εὐσεβίῃ /
ἐξελόμην Τάρσον τε καὶ Ἄκτια
καὶ Ῥόδον εἱρήν / καὶ τρὶς Τευθρα-
νίην Πέργαμον ἐστεφόμην /
15 παῖς ἀγένειος ἀνὴρ ὁ Σελευκεὺς
οὔποτε νίκης / εἴξας ἐν σταδίοις
ἀντιπάλοισι Μάρων. / ❦
Search Help
Contact Us