[ ]
Cil. — Arsinoe — aft. 238 BC — ZPE 77 (1989) 55-66 — Phoenix 43 (1989) 317-346
1 | [Θρα]σ̣έας Ἀρσινοέων τῆι πόλει καὶ τοῖς ἄρχουσι χαίρειν. |
[ἐκ]ο̣μισάμεθα τὴν παρ’ ὑμῶν ἐπιστολὴν καὶ τῶν πρεσ- | |
[βε]υτῶν Ἀνδρομένους καὶ Φιλοθέου διηκούσαμεν ὑπὲρ τῶν | |
κατὰ τὴν χώραν. ἐπεὶ οὖν οἱ Ναγιδεῖς, ἐπακολουθήσαντες | |
5 | τοῖς ὑφ’ ἡμῶν παρακληθεῖσιν, ἀφωρίκασιν ὥστε μηδεμιᾶς |
ἀντιλογίας ἔτι καταλειπομένης ὑμετέραν εἶναι, καλῶς ποιήσε- | |
τε ἐργαζόμενοί τε πᾶσαν αὐτὴν καὶ καταφυτεύοντες, ὅπως αὐτοί τε | |
ἐν εὐβοσίαι γίνησθε καὶ τῶι βασιλεῖ τὰς προσόδους πλείους τῶν | |
ἐν ἀρχῆι γινομένων συντελῆτε. καὶ γὰρ αὐτοὶ σπουδάζομεν περὶ | |
10 | ὑμῶν καὶ βουλόμεθα τὴν πόλιν ἀξίαν τῆς ἐπωνυμίας ποιεῖν, πᾶν τὸ |
συμφέρον καὶ χρήσιμον συνκατασκευάζοντες καὶ κοινῆι καὶ ἰδίαι τῶν | |
πολιτῶν ἑκάστωι. Διὸ καὶ καλῶς ποήσετε καὶ αὐτοὶ πολιτευόμεν[οί] | |
τε κατὰ τρόπον καὶ τὰς θυσίας τὰς εἰθισμένας τῶι τε βασιλεῖ κ[αὶ] | |
τῆι βασιλίσσηι συντελοῦντες ἐν τοῖς καθήκουσι καιροῖς. πε[πόμ]- | |
15 | φαμεν δὲ ὑμῖν καὶ τὸ ἀντίγραφον τοῦ παρὰ τῶν Ναγιδέων ἀποσταλέντος |
ἡμῖν ψηφίσματος ὑπὲρ τούτων, ὅπως ἐπακολουθῆτε τοῖς γεγραμμένοις· | |
τὰ δὲ πλείονα τοῖς πρεσβευταῖς Ἀνδρομένει καὶ Φιλοθέωι συνδιειλέ- | |
γμεθα, ἐντειλάμενοι ἀπαγγέλλειν ὑμῖν. {²vac.}² ἔρρωσθε. {²vac.}² | |
Λεωσθένης ἐπεστάτει· γνώμηι προστατῶν· ἐπειδὴ Ἀετὸς Ἀπολλωνίου | |
20 | Ἀσπένδιος καὶ ἡμέτερος πολίτης, στρατηγὸς γενόμενος κατὰ Κιλικίαν, |
τόπον ἐπίκαιρον καταλαβόμενος πόλιν ἔκτισεν Ἀρσινόην ἐπώνυμον | |
τῆς μητρὸς τοῦ βασιλέως κ[αὶ κατώι]κισεν οἰκητὰς ἐν τῶι τόπωι καὶ τὴν χώ- | |
ραν ἐμέρισεν οὖσαν ἡμετέρα[ν], ἐ̣κ̣βαλὼν τοὺς ἐπινεμομένους βαρβά- | |
ρους, καὶ νῦν Θρασέας ὁ υἱὸς αὐτοῦ, ἀποσταλεὶς ὑπὸ τοῦ βασιλέως στ̣ρ̣[α]- | |
25 | τηγὸς Κιλικίας, σπεύδει τὴν πόλιν ἐνδ̣ο̣ξ̣οτέραν κατασκευάσαι καὶ [ἡμᾶς] |
ἠξίωκεν τὴν χώραν τὴν δημοσίαν [ἐπι]χωρῆσαι τοῖς κατοικοῦσιν ἔχ[ειν] | |
εἰς τὸν ἀεὶ χρόνον αὐτοῖς καὶ ἐκγόνοις, βούλεται δὲ καὶ ἀρχεῖα καθίστασ- | |
θαι κα̣ὶ̣ νόμους ἰδίους [τεθῆν]αι κ̣[αὶ τ]ὴν χώραν καταγραφῆναι αὐτοῖς εἰς | |
[στήλ]ας, ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι δοῦναι αὐτοῖς τὴν χώραν {²vac.}² | |
30 | [τὴν δ]ημοσίαν καὶ τοῖς κατοικοῦσιν καὶ, ὅταν τινὰς ἄλλους Θρασέας |
[ποτὲ] κατοικίζηι, ἐπαινέσαι Θρασέαν, καὶ τότε εἶναι αὐτοὺς ἀποίκους | |
[Ναγιδ]έων· συντελείτωσ[αν δὲ κ]αὶ [τὰς τ]ιμὰς τῶι βασιλεῖ καὶ Ἀρσινόηι | |
[καὶ Βε]ρενίκηι, πεμπέτωσαν δὲ καὶ φόρον, ἐκ τῶν ἰδίων ἀνηλωμάτων· | |
[πολι]τεύσονται δὲ καὶ χρήσονται νόμοις οἷς ἂν αὐτοὶ θῶνται, ἔστωσαν | |
35 | [δὲ κ]αὶ ἰσοπολῖται Ναγιδέων· ἔστω δὲ αὐτοῖς καὶ μετουσία παραγι- |
[νομ]ένοις εἰς τὰ ἱερά· καὶ ἀπογραψάσθωσαν ἕκαστος εἰς φυλὴν | |
[ἣν ἂ]ν λάχηι, τελοῦντες τὸ γινόμενον· καλείσθωσαν δὲ καὶ οὗτοι | |
[ὅτ]αν τῆι Ὁμονοίαι ἡ πόλις θύηι, καὶ φερέτωσαν τὸ γι<νό>μενον· ὡσαύ- | |
[τ]ως δὲ καὶ ὅταν Ἀρσινοεῖς θύωσιν Θεοῖς Ἀδελφοῖς, παραγινέσθω- | |
40 | [σ]αν Ναγιδεῖς φέροντες τὸ αὐτό· μὴ ἐξέστω δὲ μηκέτι {²vac.}² |
[Ν]αγιδεῦσι παρευρέσει μηδεμιᾶι περὶ τῆς χώρας τῆς δοθείσης | |
[α]ὐτοῖς κατὰ ψήφισμα τοῦτο ἀμφισβητῆσαι, ἐὰν δέ τις ἄρχων προθῆι | |
[τι] δόγμα τ<οι>οῦτο ἢ ῥῆτωρ εἴπηι, ὁ μὲν ἄρχων ἀποτεισάτω δραχμὰς μυρίας {²vac.}² | |
[ἱερ]ὰς Ἀρσινόηι ἀπαραιτήτους, ὁ δὲ ῥήτωρ δραχμὰς χιλίας, καὶ ἡ γνώμη αὐ- | |
45 | [τῶ]ν ἄκυρος ἔστω· ὅσα δ’ ἂν ἀδικῆματα ἴδια γένηται ἑκάστοις, ἐὰν μὲν ὁ |
[Ἀρσιν]οεὺς ἐν Ναγίδωι τινὰ ἀδικήσηι ἢ ἀδικηθῆι, λαμβανέτω τὸ δίκαιον καὶ | |
[διδότ]ω κατὰ τοὺς νόμους τοὺς Ναγιδέων, ἐὰν δὲ ὁ Ναγιδεὺς ἐν Ἀρσινόηι | |
[τινὰ] ἀδικήσηι ἢ ἀδικηθῆι, λαμβανέτω τὸ δίκαιον καὶ διδότω κατὰ τοὺς | |
[νόμου]ς τοὺς Ἀρσινοέων, ἔστω δὲ αὐτοῖς πάντων τῶν ἀδικημάτων | |
50 | [ἐξ οὗ ἂ]ν̣ χρόνου γένηται τὸ ἀδίκημα προθεσμία ἐνιαυτός, ἐὰν δέ τις |
[διελθ]όντος τοῦ χρόνου γράψηται δίκην ἢ ἐγκαλέσηι, ἄκυρος ἔστω αὐ- | |
[τῶι ἡ δίκη]· τὸ δὲ ψήφισμα τοῦτο ἀναγράψαι εἰς στήλας λιθίνας δύο, ὧν | |
[τὴν μὲν] ἀναθεῖναι ἑν τῶι τῆς Ἀφροδίτης ἱερῶι, τὴν δ’ ἑτέραν ἐν [Ἀρ]- | |
[σινόηι ἐ]ν τῶι Ἀρσινόης τεμένει, τὸ δὲ ἀνήλ̣ω̣μ̣[α τῶν στηλῶν με]- | |
55 | [ρισάτω {²e.g.}² τ]ῆς μὲν ἐν Ναγίδωι ὁ ταμίας [ὁ Ναγιδέων, τῆς δὲ ἐν Ἀρ]- |
[σινόηι ὁ τα]μίας ὁ Ἀρσινοέων. {²vac.}² |