[ ] Cil. — Magarsos--Antiocheia (Karataş) — ca. 140 BC — JKF 1 (1950) 325-327 — LSAM 81
— — —
τοῦ τε ἡμετέρου δήμου καὶ τ[ῶν Ἀντιοχέων τῶν πρὸς τῶι]
Κύδνωι καὶ τῶν συναυξησόντων τὰ τῆ[ς φιλανθρω]πίας καὶ
φιλίας καὶ ὁμονοίας δίκαια. δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι·
συντελεσθῆναι τὰ προδεδηλωμένα καθ’ ἃ ἐφάνη τῶι πλήθει. τῆς δὲ
5 κατασκευῆς τοῦ βωμοῦ προνοηθῆναι τοὺς πρυτάνεις. ἐν ἧι δ’ ἂν ἡμέραι
․․․c.11․․․․ ὁ βωμὸς πεμφθῆναι πομπὴν ἀπὸ τῆς ἑστίας τῆς βουλαίας
ὡς καλλίστην καὶ ἐπιφανεστάτην διὰ τοῦ δημιουργοῦ καὶ τῶν
πρυτάνεων εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς τῆς Μαγαρσίας. θυθῆναι δὲ
τῆι τε Ἀθηνᾶι καὶ Ὁμονοίαι ἑκατέραι δάμαλιν χρυσοκέρω[ν].
10 συμπομπεῦσαι δὲ τούς τε ἱερεῖς καὶ τὴν συναρχίαν καὶ τοὺς νενικηκότα[ς]
τοὺς στεφανίτας ἀγῶνας καὶ τὸν γυμνασίαρχον μετὰ τῶν
ἐφήβων καὶ τῶν νέων καὶ τὸν παιδονόμον μετὰ τῶν παίδων. εἶναι δὲ
καὶ ἐχεχειρίαν καὶ στεφανηφορίαν καὶ ἔργων καὶ δεσμῶν ἀφεῖσθαι
πάντας. συναχθῆναι δὲ τοὺς μὲν ἄρχοντας καὶ τοὺς στεφανίτας
15 ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς τῆς Μαγαρσίας, τοὺς δὲ πολίτας κατὰ φυλάς.
τῆς δὲ περὶ τὴν πανήγυριν εὐκοσμίας προνοηθῆναι τόν τε ἱερομνήμονα
καὶ τοὺς φυλάρχους. ἐν δὲ τοῖς μετὰ ταῦτα χρόνοις θύεσθαι ἐπὶ τοῦ
βωμοῦ κατὰ μῆνα τῆι νουμηνίαι ἱερεῖον, κατὰ δὲ ἐνιαυτὸν ἕκαστον
τήν τε πομπὴν καὶ τὰς θυσίας καὶ τἆλλα πάντα γίνεσθαι ἀκολούθως
20 τοῖς προγεγραμμένοις. τὰ δὲ προδεδηλωμένα
ἑτοιμάζεσθαι διὰ τῶν ταμιῶν ἀπὸ τῶν
δημοσίων. ὅπως δὲ ἐκφανὴς πᾶσιν ὑπάρχῃ ἡ τοῦ δήμου
πρὸς τοὺς συγγενεῖς ἀληθινὴ καὶ οἰκεία διάθεσις, καλεῖσθαι
[U(]PO\ TOU= I(EROKH/RUKOS EI)S PROEDRI/AN E)N TOI=S MOUSIKOI=S A)GW=S[IN]
25 Ἀντιοχεῖς τοὺς πρὸς τῶι Κύδνωι τοὺς συγγενεῖς καὶ φίλους.
καὶ ἐπειδὰν συντελῶνται αἱ νενομισμέναι κατευχαὶ καὶ σπον-
δοποΐαι ἐν τῶι θεάτρωι τοῖς τε θεοῖς καὶ τοῖς βασιλεῦσιν,
κατεύχεσθαι αὐτὸν κατὰ τὰ πάτρια γίνεσθαι καὶ Ἀντιοχεῦσιν τοῖς
πρὸς τῶι Κύδνωι τὰ ἀγαθὰ πάντα, ὅσαπερ ἂν καὶ τῶι ἡμετέρωι δήμωι
30 κατεύχηται. τὸν δὲ γραμματέα τῆς βουλῆς καὶ τῆς ἐκκλησίας
Λῦσιν Μνασέου ἀναγράψαντα τόδε τὸ ψήφισμα ἐν στήληι Παρίου
λίθου ὡς χρηστοτάτου παραστῆσαι τῶι δήμωι. τὸ δὲ εἰς τὴν κατα-
σκευὴν καὶ ἀναγραφὴν καὶ ἀνάθεσιν τῆς στήλης δοῦναι τοὺς
ταμίας ἀπὸ τῶν δημοσίων. τὸν δὲ δημιουργὸν Δημήτριον
35 Δημητρίου τοῦ Ἀναξίππου καὶ ἄλλους πρεσβευτὰς δύο, οὓς ἂν ἡ
ἐκκλησία ἕληται, ἀποδημήσαντας πρὸς Ἀντιοχεῖς καὶ ἀποδόντας
τὸ ψήφισμα ἀσπάσασθαί τε αὐτοὺς παρὰ τοῦ πλήθους καὶ ἐμφαν[ί]-
σαντας τὴν τῶν πολιτῶν εὔνοιαν διαλεχθῆναι περὶ τῶν σ[υ]μ-
φερόντων ἀμφοτέραις ταῖς πόλεσιν. ἡιρέθησαν Διονύσιος
40 Ἀλεξάνδρου, Μουσαῖος Νικολάου. {²vac.}²
Search Help
Contact Us