[ ]
Cil., E. — Mopsuestia (Yakapınar-Misis) — 3rd-4th c. AD — JÖAI 46.1961/63,Beibl.8 — BE 1966.464
1 | Μόψε, βροτῶν Παιῆον, Ἀπόλ- |
λωνος κλυτὸν ἔρνος, / σοὶ μεν | |
ἐγὼν ἐπὶ νηὸν ἰὼν ἔρρεξα θυη- | |
λάς, / οὕνεκα παῖδας ἐμοὺς στυγε- | |
5 | ρῆς ἀπελύσαο νουσου, / τοὺς δύο, |
τοὺς δύο δ’ αἰὲν ἀμωμήτους ἐφύλα- | |
[ξ]ας. / ὄφρα δὲ σῆς χάριτος μνήμη | |
μένοι ἔνπεδος αἰεί, / Οὐλπιανὸς | |
τάδ’ ἔπη βωμοῖς παρὰ σοῖς ἐχάραξα. / |