[ ] Cil., E. — Anazarbos (Anavarza Kalesi) — 92-93 AD — JÖAI 18.1915,Beibl.55-57
1 Αὐτοκ[ράτορι Καί]σ[α]ρι θεοῦ Οὐεσπασιανοῦ υἱῶι ❦
〚Δομιτιανῶι〛 Σεβαστῶι Γερμανικῶι ἀρχιερεῖ μεγίστωι,
δημαρχικῆς ἐξουσίας τὸ ιβʹ, αὐτοκράτορι τὸ κβʹ, ὑπάτωι τὸ ϛι, τει-
μητῇ διὰ βίου, πατρὶ πατρίδος Διονύσωι Καλλικάρπωι Λούκιος
5 Οὐαλέριος Λουκίου υἱὸς Κολλείνα Νίγερ δημιουργήσας καὶ ἱερασάμενος
θεᾶς Ῥώμης καὶ Λούκιος Οὐαλέριος Λουκίου υἱὸς Κολλείνα Οὐᾶρος Πωλλίων
ἱερασάμενος θεοῦ Τίτου Καίσαρος Σεβαστοῦ καὶ δημιουργήσας καὶ ἱε-
ρασάμενος θεᾶς Ῥώμης τὸν ναὸν ἀντὶ τῶν ἱερωσυνῶν καὶ δημιουρ-
γίδων καθὰ ὑπέσχοντο τῷ δήμῳ πατὴρ καὶ υἱὸς ἐκ τῶν ἰδίων.
10 Κοΐντος Γέλλιος Λόνγος πρεσβευτὴς καὶ ἀντιστράτηγος
Αὐτοκράτορος 〚Δομιτιανοῦ〛 Καίσαρος Σεβαστοῦ Γερμανικοῦ καθιέρωσεν.
Search Help
Contact Us