[ ]
Cil., W. — Seleukeia on the Kalykadnos (Silifke) — 142-161 AD — JÖAI 18.1915,Beibl.23/24 — RepWKI 371,Sel.124
1 | ἐπὶ νίκῃ τῶν κυρι- |
ων. | |
τύχηι ἀγαθῆι Αὐτοκράτορος Καίσαρος Τί- | |
του Αἰλίου Ἁδρι[α]νοῦ Σ[εβα]στοῦ Εὐσεβοῦς π(ατρὸς) π(ατρίδος) | |
5 | αὐτοκράτορος τὸ βʹ καὶ [Μ.] Αὐρηλίου Καίσαρος καὶ τοῦ |
σύνπαντος αὐτῶν οἴκο[υ ἔδ]ο[ξ]ε τῇ βουλῇ καὶ τῷ δήμῳ, | |
πρυτάνεων γνώμη· ἐπ[εὶ τῆ]ς [ἱερ]ωσύνης τῆς [Ἀ]θην[ᾶ]ς | |
τῆς ἐν Τά[γ]ες πωλουμ[ένης ἐ]ν τῷ φανερῷ τε προκηρυ- | |
χθίσης ἐπὶ ἰκανὸν χρόνο[ν] Διονυσόδωρος Θεαγ[έ]νους | |
10 | ἀνὴρ ἐδήμων κὲ με[γίστας] δ[ωρεὰς(?) δ]εδωκὼς τῆι πατρίδι |
καὶ δι’ ἄλλων εὐσ[εβῶν φιλοτειμιῶ]ν πάντας ὑπερβαλό- | |
μενος ἐπρίατο τὴν δηλουμένην ἱερωσύνην διδοὺς | |
εἰς μὲν ἀνάθημα τῆς θ[ε]οῦ δην(άρια) νʹ ἐπὶ τῷ κατασκευασ- | |
θῆνε τύνπανον [λ]αμβάνοντο[ς] αὐ[τ]οῦ τὴν ἐπιγρα- | |
5 | φὴν κ<α>ὶ ἐπιδόσεως τοῖ[ς] μὲν βο[υλ]ευτε͂ς καὶ ἀπὸ συ- |
ναρχίας διμερῶς ἀνὰ [ὀ]βολοὺς ιαʹ καὶ τῷ δήμῳ εἰ- | |
ς ἐπίδοσιν ϛσʹ κὲ τῇ γ[ερ]ου[σ]ίᾳ ἐπιδόσεως ἑκάστῳ | |
αὐτῶν ἀνὰ ὀβολοὺ[ς ι]βʹ, τύχῃ ἀγαθῇ δεδόχθαι Δι- | |
ονυσόδωρον Θεαγέν[ους] ἄξιον ὄντα τῆς δηλουμέ- | |
20 | νης ἱερωσύνης ἱερᾶσ[θαι] τῆς αὐτῆς θεοῦ. ἔτι κατε- |
σκεύασεν ἐκ τῶν ἰδίων αὐτοῦ τὸν ναὸν καὶ | |
τὴν χρύσωσιν καὶ ἀγάλμα Πάρινον ἐπί- | |
χρυσον καὶ τὴν ὑποβωμίδα καὶ τὴν | |
ἄνοδον καὶ τὴν θύρωσιν ὑπὲρ τὴν | |
25 | ἔφοδον. |