[ ] Epidauria — Epidauros — 6th-1st c. BC
1               Τόρων Ἀπελλίωνος
             Ἀργεῖος ἐποίησε.
Φοίβωι καὶ μεγάλωι μ’ Ἀσκλαπιῶι ἵσατο μάτηρ
Ἀρκέσα, ὡς δ’ αὔτως σύγγονος Ἀρχέμαχος,
5 χαλκὸν ὁμοιώσαντες, ὅπως μναμεῖον ὑπάρχῃ
ἀθάνατον λεύσσειν, ὦ ξένε, Νικαρέτας,
ἃν Ἐπίδαυρος ἔθρεψε φίλα πατρὶς ἐσθλὸν ἔχου|σα[ν]
ἦθος παρθενίην τ’ αἰδὼ ἐπισταμέναν.
Search Help
Contact Us