[ ] Cil. — Korykos (Kızkalesi) — GVI 1430
1  τόνδε τοι, Ἀστέρι, βωμὸν
 ἐγὼ θεράπων Διομήδης /
τει[μῶ]ν οἰχομένων κῦδος
    [ἀν]ιδρυσάμην. /
5 τὶς γὰρ ὅλην ἐπί σοι δακρύων
  οὐκ ἔκχυε πηγὴν /
ἠὲ τίς οὐ στοναχεῖ σῶν γλυ-
 κύτητα τρόπων; /
Search Help
Contact Us