[ ] Cil., E. — Mopsuestia (Yakapınar-Misis) — LBW 1499 — JHS 18.1898.307,3 — SEG 6.786, 37.1318 cf.
See also:
1 Μουσε͂ος ἐμ πᾶσι προλη[μφθεὶς]
ὑπὸ Τρύφωνος τοῦ ἀδελφοῦ, πισ-
τεύσας αὐτῷ τὴν πρᾶσιν τῶν γεωρ-
γίων πάντων εἰκοσαετίας,
5 μ̣ηδέ ποτε λογιστεύσας αὐτὸν καὶ ἀ-
[φ]ερ̣ηθεὶς {²⁶ἀφαιρηθεὶς}²⁶ ὑπὸ αὐτοῦ κατὰ πάντα κα-
[ὶ] μὴ δυνάμενος ἄγιν πρὸς αὐτὸν
τὸ πρᾶγμα, λειπόμενος καὶ τῇ ἐφημ[έ]-
[ρ]ῳ τροφῇ καὶ παρὰ βίᾳ ταχύτερον τελεί-
10 ων τὸν βίον, ἐπικαλοῦμαι κατὰ Τρύφω-
νος τοῦ ἀδελφοῦ μου καὶ τῶν τέκνων
αὐτοῦ τοὺς ἐνουρανίους θεοὺς καὶ
τοὺς καταχθονίους, καὶ πᾶσαν ἀ-
ρὰν καὶ λύσσαν χολωθῆναι αὐτοῖς
15 ἐν ὅλῳ τῷ βίῳ αὐτῶν· καὶ τὰ ἱερὰ μὴ
ἐξὸν αὐτῷ ποιῆσαι κατὰ μηδένα
τρόπον, μηδὲ ὀστοῦν μου σαλεῦσαι
ἐκ̣ τοῦ μνημαδίου ἰς τὸν αἰῶνα ἢ Τρύ-
φωνα ἢ ἄλλον τινά μηδὲ ἐξαφανίσαι
20 τι τῶν ἐν τῷ μνημείῳ, μηδὲ τὸ παρακε-
μενόν μοι ἐμβολάδιν ὀρύξαι τινά, μέ-
νειν δὲ ἐμοὶ ἀκέρεον ἐφ’ ὅλου τὸ ἔσωθεν
τῶν συνκειμένων λίθων, ἐκτὸς εἰ μὴ
ἔαν Μάγνα μόνη θελήσῃ ἡ σύ[ν]σκη[ν]ός
25 μου. ἣν καὶ ἔαν τις ἀδικήσῃ ἢ ἐμέ τις
βλάψῃ ἀδίκως κεχ[ο]λωμένοι αὐτο-
[ῖς] γένοιντο οἱ [α]ὐτ[ο]ὶ θεοί.
                       Ι[— —]ΝΟ[— —]Ο
Search Help
Contact Us