[ ] Cil., W. — Elaioussa-Sebaste (Ayaş) — Kanytella (Kanlıdivane) — JHS 12.1891.231,11 — HW, Reisen 58 note 2 cf.
1 Κ̣ωαρμις {²⁷Θ̣ωακμις Hicks}²⁷ Αἰν[γ]ολεως κατεσκεύασε[ν τὸ μνημ]-
εῖον ἐκ τῶν ἰδίων ἐπὶ τῷ τεθῆναι αὐτὸν [μό]-
νον, ἄλλον δὲ ἢ ἄλλην μὴ ἐξεῖναι τεθῆν̣[αι]·
ἐὰν δέ τις παραβῇ ταῦτα ἢ ἀποξύσῃ τῶν ἐκῖσε
5 γεγραμμένων, ἔστω ἠσεβηκὼς εἴς τε τὸν Δία
καὶ τὴν Σελήνην, καὶ βαλέτω εἰς τοὺς θησαυ-
ροὺς αὐτῶν ἀνὰ δραχμὰς χειλίας, καὶ τῇ ἐν Σε-
βαστῇ Ἀθηνᾷ μυ(ρίας), καὶ τῷ Σεβαστηνῶν δήμῳ
ἀποδότω μυ(ρίας), καὶ μηδὲν ἧσσον ἔστω ἀσεβὴς
10 εἴς τε τοὺς προγεγραμμένους θεοὺς καὶ τὸν
Ἥλιον καὶ ἐνεχέσθω ταῖς ἀραῖς καὶ ἔγγονοι αὐτοῦ.
Search Help
Contact Us