[ ]
Cil., W. — Elaioussa-Sebaste (Ayaş) — Kanytella (Kanlıdivane) — JHS 12.1891.231,11 — HW, Reisen 58 note 2 cf.
1 | Κ̣ωαρμις {²⁷Θ̣ωακμις Hicks}²⁷ Αἰν[γ]ολεως κατεσκεύασε[ν τὸ μνημ]- |
εῖον ἐκ τῶν ἰδίων ἐπὶ τῷ τεθῆναι αὐτὸν [μό]- | |
νον, ἄλλον δὲ ἢ ἄλλην μὴ ἐξεῖναι τεθῆν̣[αι]· | |
ἐὰν δέ τις παραβῇ ταῦτα ἢ ἀποξύσῃ τῶν ἐκῖσε | |
5 | γεγραμμένων, ἔστω ἠσεβηκὼς εἴς τε τὸν Δία |
καὶ τὴν Σελήνην, καὶ βαλέτω εἰς τοὺς θησαυ- | |
ροὺς αὐτῶν ἀνὰ δραχμὰς χειλίας, καὶ τῇ ἐν Σε- | |
βαστῇ Ἀθηνᾷ μυ(ρίας), καὶ τῷ Σεβαστηνῶν δήμῳ | |
ἀποδότω μυ(ρίας), καὶ μηδὲν ἧσσον ἔστω ἀσεβὴς | |
10 | εἴς τε τοὺς προγεγραμμένους θεοὺς καὶ τὸν |
Ἥλιον καὶ ἐνεχέσθω ταῖς ἀραῖς καὶ ἔγγονοι αὐτοῦ. |