[ ] Cil., W. — Elaioussa-Sebaste (Ayaş) — Kanytella (Kanlıdivane) — LBW 1460 — JHS 12.1891.229,6-7
A.1 Αινγολις Κοαιου
κατεσκεύασεν ἑαυ-
τῷ σορὸν ἐκ τῶν
ἰδίων καὶ ἔθηκεν
5 Ναν τὴν γυναῖκα
αὐτοῦ καὶ Αινιν
καὶ Ὡρα[ί]αν τὰς θυγα-
τέρας· μετὰ δὲ τὸ
τεθῆναι καὶ αὐτὸν
10 μηδενὶ ἐξέστ<ω> ἀ-
νοῖξαι τὴν σορὸν
B.12 [ταύτην, μηδ]-
ὲ ἕτερον πτῶ-
μα θεῖναι, ἢ ἀπο-
15 δότω ἰς τὸν Καί-
σαρος φίσκον
δραχμὰς δισ-
χειλίας.
Search Help
Contact Us