[ ] Cil. — Anazarbos (Anavarza Kalesi) — 2nd-3rd c. AD — SEG 37.1252
1 εἰκόνα λαϊνέην με Τερ̣έντιος εἵ-
          νεκα τειμῆς |
θῆκε Δομ<η>τιανὸς παῖς ἐπὶ πα<τ>ρὶ φίλῳ |
πάντα λαχὼν ἴσα πατρί, βίον, κλέος,
5           οὔνομα, γῆρας· |
ἴκελα γὰρ στρατίαις, ἴκελα δ’ ἐν πολέμοις |
καὶ ῥέξαν καὶ ἔτλησαν ὅτ’ ἤνθεον,
          ἐν δέ νυ γήρᾳ |
βουλῇ κυδαλίμην πατρίδ’ ἐπηγλάϊσαν. |
Search Help
Contact Us