IG IV²,1 131
[ ] Epidauria — Epidauros
1                   [Ματρὶ θεῶν].
[ὦ Μναμοσύνας κ]όρ̣αι | δεῦρ’ ἔλθ̣ε̣τ̣’ [ἀ]|-
   π’ ὠρανῶ | καί μοι συναείσατε | τὰν
   Ματέρα τῶν θεῶν, | ὡς ἦλθε πλανω̣μ̣[έ]-
5    να | κατ’ ὤρεα καὶ νάπας, | σύρουσ’ ἀβρ̣[ότ]α[ν]
   κόμαν, | κ̣α̣τωρημένα(!) φρένας. |
   ὁ Ζεὺς δ’ ἐσιδὼν ἄναξ | τὰν Ματέρα τῶν
   θεῶν, | κεραυνὸν ἔβαλλε #⁵⁶ καὶ | τὰ
   τύμπαν’ ἐλάμβανε #⁵⁶ | πέτρας διέρρησσε #⁵⁶
10    καὶ | τὰ τύμπαν’ ἐλάμβανε #⁵⁶. | "Μάτηρ,
   ἄπιθ’ εἰς θεούς, | καὶ μὴ κατ’ ὄρη π̣λ̣α̣ν̣[ῶ], |
   μή σε(!) χαροποὶ λέον|τες ἢ πολιοὶ
   λύκοι" #⁵⁶ | "καὶ οὐκ ἄπειμι(!) εἰς θεούς, |
   ἂν μὴ τὰ μέρη λάβω, | τὸ μὲν ἥμισυ
15    οὐρανῶ, | τὸ δὲ ἥμισυ γαίας, | v
   πόντω τὸ τρίτον μέρος· | χοὔτως
   ἀπελεύσομαι." | χαῖρ’ ὦ μεγάλα |
   [ἄν]ασσα Μᾶτερ Ὀλύμπω.
                      vac.
Search Help
Contact Us