[ ] Cil. — Antiochia--Magarsos (Karataş) — 2nd c. BC — LBW 3.1486
1 ὁ δῆμος ὁ Ἀντιοχέων Ἑρμοκράτην
Δημέου κοινὸν εὐεργέτην γεγενημένον,
πεπρεσβευκότα δὲ καὶ ὑπὲρ τῆς πατρίδος
ἐγ καιροῖς ἀναγκαίοις πλείστας καὶ μεγίστας
5 πρεσβείας καὶ τὰς καλλίστας καὶ ἐπιφανεῖς
ἀποδείξεις πεποημένον τῆι πόλει τῆς
ἑαυτοῦ ἀρετῆς καὶ καλοκαγαθίας καὶ τῆς
εἰς τὰ πράγματα εὐνοίας.
Search Help
Contact Us