[ ]
Cil. — Antiochia--Magarsos (Karataş) — 2nd c. BC — LBW 3.1486
1 | ὁ δῆμος ὁ Ἀντιοχέων Ἑρμοκράτην |
Δημέου κοινὸν εὐεργέτην γεγενημένον, | |
πεπρεσβευκότα δὲ καὶ ὑπὲρ τῆς πατρίδος | |
ἐγ καιροῖς ἀναγκαίοις πλείστας καὶ μεγίστας | |
5 | πρεσβείας καὶ τὰς καλλίστας καὶ ἐπιφανεῖς |
ἀποδείξεις πεποημένον τῆι πόλει τῆς | |
ἑαυτοῦ ἀρετῆς καὶ καλοκαγαθίας καὶ τῆς | |
εἰς τὰ πράγματα εὐνοίας. |