1 | Ἴσυλλος Σωκράτευς Ἐπιδαύριος ἀνέθηκε |
Ἀπόλλωνι Μαλεάται καὶ Ἀσκλαπιῶι. | |
(I) δᾶμος εἰς ἀριστοκρατίαν ἄνδρας αἰ προάγοι καλῶς, | |
αὐτὸς ἰσχυρότερος· ὀρθοῦται γὰρ ἐξ ἀνδραγαθίας. | |
5 | αἰ δέ τις καλῶς προαχθεὶς θιγγάνοι πονηρίας |
πάλιν ἐπαγκρούων, κολάζων δᾶμος ἀσφαλέστερος. | |
τάνδε τὰν γνώμαν τόκ’ ἦχον καὶ ἔλεγον καὶ νῦν λέγω. | |
εὐξάμαν ἀνγράψεν, αἴ κ’ εἰς τάνδε τὰν γνώμαν πέτη | |
ὁ νόμος ἁμίν, ὃν ἐπέδειξα· ἔγεντο δ’ οὐκ ἄνευ θεο͂ν. | |
————— | |
10 | (II) τόνδ’ ἱαρὸν θείαι μοίραι νόμον ηὗρεν Ἴσυλλος |
ἄφθιτον ἀέναον γέρας ἀθανάτοισι θεοῖσιν, | |
καί νιν ἅπας δᾶμος θεθμὸν θέτο πατρίδος ἀμᾶς, | |
χεῖρας ἀνασχόντες μακάρεσσιν ἐς οὐρανὸν εὐρύ[ν]· | |
οἵ κεν ἀριστεύωσι πόληος τᾶσδ’ Ἐπιδαύρου, | |
15 | λέξασθαί τε ἄνδρας καὶ ἐπαγγεῖλαι κατὰ φυλάς, |
οἷς πολιοῦχος ὑπὸ στέρνοις ἀρετά τε καὶ αἰδώς, | |
τοῖσιν ἐπαγγέλλεν καὶ πομπεύεν σφε κομῶντας | |
Φοίβωι ἄνακτι υἱῶι τε Ἀσκλαπιῶι ἰατῆρι | |
εἵμασιν ἐν λευκοῖσι, δάφνας στεφάνοις ποτ’ Ἀπόλλω, | |
20 | ποὶ δ’ Ἀσκλαπιὸν ἔρνεσι ἐλαίας ἡμεροφύλλου |
ἁγνῶς πομπεύειν καὶ ἐπεύχεσθαι πολιάταις | |
πᾶσιν ἀεὶ διδόμεν τέκνοις τ’ ἐρατὰν ὑγίειαν, | |
τὰν καλοκαγαθίαν τ’ Ἐπιδαυροῖ ἀεὶ ῥέπεν ἀνδρῶν | |
εὐνομίαν τε καὶ εἰράναν καὶ πλοῦτον ἀμεμφῆ, | |
25 | ὥραις ἐξ ὡρᾶν νόμον ἀεὶ τόνδε σέβοντας· |
οὕτω τοί κ’ ἀμῶν περιφείδοιτ’ εὐρύοπα Ζεύς. | |
————— | |
vacat | |
27 | (III) πρῶτος Μᾶλος ἔτευξεν Ἀπόλλωνος Μαλεάτα |
βωμὸν καὶ θυσίαις ἠγλάϊσεν τέμενος· | |
οὐδέ κε Θεσσαλίας ἐν Τρίκκηι πειραθείης | |
30 | εἰς ἄδυτον καταβὰς Ἀσκληπιοῦ, εἰ μὴ ἀφ’ ἁγνοῦ |
πρῶτον Ἀπόλλωνος βωμοῦ θύσαις Μαλεάτα. | |
————— | |
32 | Ἴσυλλος Ἀστυλάϊδαι ἐπέθηκε μαντεύσασθαί οἱ |
περὶ τοῦ παιᾶνος ἐν Δελφοῖς, ὃν ἐπόησε εἰς τὸν Ἀπόλ- | |
λωνα καὶ τὸν Ἀσκλαπιόν, ἦ λώιόν οἵ κα εἴη ἀγγρά- | |
35 | φοντι τὸν παῖανα. ἐμάντευσε λώιόν οἵ κα εἶμεν ἀγ- |
γράφοντι καὶ αὐτίκα καὶ εἰς τὸν ὕστερον χρόνον. | |
————— | |
vacat | |
37 | (IV) ἱεπαιᾶνα θεὸν ἀείσατε λαοί, | ζαθέας ἐνναέται |
τᾶσδ’ Ἐπιδαύρου. | ὧδε γὰρ φάτις ἐνέπουσ’ ἤλυ- | |
θ’ ἐς ἀκοὰς | προγόνων ἁμετέρων, ὦ Φοῖβε Ἀπόλ- | |
40 | λων. | Ἐρατὼ Μοῦσαν πατὴρ Ζεὺς λέγεται Μά|λ[ωι] |
δόμεν παράκοιτιν ὁσίοισι γάμοις. | Φλεγύας δ’, [ὃς] | |
πατρίδ’ Ἐπίδαυρον ἔναιεν, | θυγατέρα Μάλου γαμ{ε}- | |
εῖ {²⁶γαμεῖ}²⁶, τὰν Ἐρατὼ γεί|νατο μάτηρ, Κλεοφήμα δ’ ὀνομάσθη. | ἐγ | |
δὲ Φλεγύα γένετο, Αἴγλα δ’ ὀνομάσθη· | τόδ’ ἐπώνυμον· | |
45 | τὸ κάλλος δὲ Κορωνὶς ἐπεκλήθη. | κατιδὼν δὲ ὁ χρυ- |
σότοξος Φοῖβος ἐμ Μά|λου δόμοις παρθενίαν ὥραν | |
ἔλυσε·" | λεχέων δ’ ἱμεροέντων ἐπέβας, Λα|τώιε κόρε | |
χρυσοκόμα. | σέβομαί σε· ἐν δὲ θυώδει τεμένει τέ- | |
κε|τό νιν Αἴγλα, γονίμαν δ’ ἔλυσεν ὠδῖ|να Διὸς | |
50 | παῖς μετὰ Μοιρᾶν Λάχ̣εσίς τε μαῖα ἀγαυά. | ἐπίκλη- |
σιν δέ νιν Αἴγλας ματρὸς Ἀσκλα|πιὸν ὠνόμαξε | |
Ἀπόλλων, τὸν νόσων παύ|σ̣τορα, δωτῆρα ὑγιείας, | |
μέγα δώρημα βροτοῖς. | ἱεπαιάν, ἱεπαιάν, χαῖρεν̣ | |
Ἀσκλα|πιέ, τὰν σὰν Ἐπίδαυρον ματρόπολιν αὔ|- | |
55 | ξων, ἐναργῆ δ’ ὑγίειαν ἐπιπέμποις | φρεσὶ καὶ σώ- |
μασιν ἁμοῖς· ἱεπαιάν, ἱεπαιάν. | |
[—————] | |
57 | (V) καὶ τόδε σῆς ἀρετῆς, Ἀσκληπιέ, τοὖργον ἔδειξας |
ἐγ κείνοισι χρόνοις, ὅκα δὴ στρατὸν ἆγε Φίλ[ι]ππος | |
εἰς Σπάρτην, ἐθέλων ἀνελεῖν βασιληΐδα τιμήν. | |
60 | τοῖς δ’ Ἀσκληπιὸς ἦ̣λθε βοαθόος ἐξ Ἐπιδαύρου, |
τιμῶν Ἡρακλέος γενεάν, ἇς φείδετο ἄρα Ζεύς. | |
τουτάκι δ’ ἦλθε, ὅχ’ ὁ παῖς ἐκ Βουσπόρου †ἦλθεν κάμνων̣. | |
τῶι τύγα ποστείχοντι συνάντησας σὺν ὅπλοισιν | |
λαμπόμενος χρυσέοισ’, Ἀσκλαπιέ. παῖς δ’ ἐσιδών σε | |
65 | λίσσετο χεῖρ’ ὀρέγων, ἱκέτηι μύθωι σε προσαντῶν· |
"ἄμμορός εἰμι τεῶν δώρων, Ἀσκληπιὲ Παιάν, | |
ἀλλά μ’ ἐποίκτειρον." τὺ δέ μοι τάδε ἔλεξας ἐναργῆ· | |
"θάρσει· καιρῶι γάρ σοι ἀφίξομαι —— ἀλλὰ μέν’ αὐτεῖ —— | |
τοῖς Λακεδαιμονίοις χαλεπὰς ἀπὸ κῆρας ἐρύξας, | |
70 | οὕνεκα τοὺς Φοίβου χρησμοὺς σώιζοντι δικαίως, |
οὓς μαντευσάμενος παρέταξε πόληϊ Λυκοῦργος." | |
ὣς ὁ μὲν ὤιχετο ἐ{ε}πὶ {²⁶ἐπὶ}²⁶ Σπάρτην. ἐμὲ δ’ ὦρσε νόημα | |
ἀγγεῖλαι Λακεδαιμονίοις ἐλθόντα τὸ θεῖον | |
πάντα μάλ’ ἑξείας· οἳ δ’ αὐδήσαντος ἄκουσαν | |
75 | σώτειραν φήμαν, Ἀσκλαπιέ, καί σφε σάωσας. |
οἳ δὲ ἐκάρυξαν πάντας ξενίαις σε δέκεσθαι, | |
σωτῆρα εὐρυχόρου Λακεδαίμονος ἀγκαλέοντες. | |
ταῦτά τοι, ὦ μέγ’ ἄριστε θεῶν, ἀνέθηκεν Ἴσυλλος | |
τιμ̣ῶν σὴν ἀρετήν, ὦναξ, ὥσπερ τὸ δίκαιον. |
IG IV²,1
128