| 1 | Ἴσυλλος Σωκράτευς Ἐπιδαύριος ἀνέθηκε |
| Ἀπόλλωνι Μαλεάται καὶ Ἀσκλαπιῶι. | |
| (I) δᾶμος εἰς ἀριστοκρατίαν ἄνδρας αἰ προάγοι καλῶς, | |
| αὐτὸς ἰσχυρότερος· ὀρθοῦται γὰρ ἐξ ἀνδραγαθίας. | |
| 5 | αἰ δέ τις καλῶς προαχθεὶς θιγγάνοι πονηρίας |
| πάλιν ἐπαγκρούων, κολάζων δᾶμος ἀσφαλέστερος. | |
| τάνδε τὰν γνώμαν τόκ’ ἦχον καὶ ἔλεγον καὶ νῦν λέγω. | |
| εὐξάμαν ἀνγράψεν, αἴ κ’ εἰς τάνδε τὰν γνώμαν πέτη | |
| ὁ νόμος ἁμίν, ὃν ἐπέδειξα· ἔγεντο δ’ οὐκ ἄνευ θεο͂ν. | |
| ————— | |
| 10 | (II) τόνδ’ ἱαρὸν θείαι μοίραι νόμον ηὗρεν Ἴσυλλος |
| ἄφθιτον ἀέναον γέρας ἀθανάτοισι θεοῖσιν, | |
| καί νιν ἅπας δᾶμος θεθμὸν θέτο πατρίδος ἀμᾶς, | |
| χεῖρας ἀνασχόντες μακάρεσσιν ἐς οὐρανὸν εὐρύ[ν]· | |
| οἵ κεν ἀριστεύωσι πόληος τᾶσδ’ Ἐπιδαύρου, | |
| 15 | λέξασθαί τε ἄνδρας καὶ ἐπαγγεῖλαι κατὰ φυλάς, |
| οἷς πολιοῦχος ὑπὸ στέρνοις ἀρετά τε καὶ αἰδώς, | |
| τοῖσιν ἐπαγγέλλεν καὶ πομπεύεν σφε κομῶντας | |
| Φοίβωι ἄνακτι υἱῶι τε Ἀσκλαπιῶι ἰατῆρι | |
| εἵμασιν ἐν λευκοῖσι, δάφνας στεφάνοις ποτ’ Ἀπόλλω, | |
| 20 | ποὶ δ’ Ἀσκλαπιὸν ἔρνεσι ἐλαίας ἡμεροφύλλου |
| ἁγνῶς πομπεύειν καὶ ἐπεύχεσθαι πολιάταις | |
| πᾶσιν ἀεὶ διδόμεν τέκνοις τ’ ἐρατὰν ὑγίειαν, | |
| τὰν καλοκαγαθίαν τ’ Ἐπιδαυροῖ ἀεὶ ῥέπεν ἀνδρῶν | |
| εὐνομίαν τε καὶ εἰράναν καὶ πλοῦτον ἀμεμφῆ, | |
| 25 | ὥραις ἐξ ὡρᾶν νόμον ἀεὶ τόνδε σέβοντας· |
| οὕτω τοί κ’ ἀμῶν περιφείδοιτ’ εὐρύοπα Ζεύς. | |
| ————— | |
| vacat | |
| 27 | (III) πρῶτος Μᾶλος ἔτευξεν Ἀπόλλωνος Μαλεάτα |
| βωμὸν καὶ θυσίαις ἠγλάϊσεν τέμενος· | |
| οὐδέ κε Θεσσαλίας ἐν Τρίκκηι πειραθείης | |
| 30 | εἰς ἄδυτον καταβὰς Ἀσκληπιοῦ, εἰ μὴ ἀφ’ ἁγνοῦ |
| πρῶτον Ἀπόλλωνος βωμοῦ θύσαις Μαλεάτα. | |
| ————— | |
| 32 | Ἴσυλλος Ἀστυλάϊδαι ἐπέθηκε μαντεύσασθαί οἱ |
| περὶ τοῦ παιᾶνος ἐν Δελφοῖς, ὃν ἐπόησε εἰς τὸν Ἀπόλ- | |
| λωνα καὶ τὸν Ἀσκλαπιόν, ἦ λώιόν οἵ κα εἴη ἀγγρά- | |
| 35 | φοντι τὸν παῖανα. ἐμάντευσε λώιόν οἵ κα εἶμεν ἀγ- |
| γράφοντι καὶ αὐτίκα καὶ εἰς τὸν ὕστερον χρόνον. | |
| ————— | |
| vacat | |
| 37 | (IV) ἱεπαιᾶνα θεὸν ἀείσατε λαοί, | ζαθέας ἐνναέται |
| τᾶσδ’ Ἐπιδαύρου. | ὧδε γὰρ φάτις ἐνέπουσ’ ἤλυ- | |
| θ’ ἐς ἀκοὰς | προγόνων ἁμετέρων, ὦ Φοῖβε Ἀπόλ- | |
| 40 | λων. | Ἐρατὼ Μοῦσαν πατὴρ Ζεὺς λέγεται Μά|λ[ωι] |
| δόμεν παράκοιτιν ὁσίοισι γάμοις. | Φλεγύας δ’, [ὃς] | |
| πατρίδ’ Ἐπίδαυρον ἔναιεν, | θυγατέρα Μάλου γαμ{ε}- | |
| εῖ {²⁶γαμεῖ}²⁶, τὰν Ἐρατὼ γεί|νατο μάτηρ, Κλεοφήμα δ’ ὀνομάσθη. | ἐγ | |
| δὲ Φλεγύα γένετο, Αἴγλα δ’ ὀνομάσθη· | τόδ’ ἐπώνυμον· | |
| 45 | τὸ κάλλος δὲ Κορωνὶς ἐπεκλήθη. | κατιδὼν δὲ ὁ χρυ- |
| σότοξος Φοῖβος ἐμ Μά|λου δόμοις παρθενίαν ὥραν | |
| ἔλυσε·" | λεχέων δ’ ἱμεροέντων ἐπέβας, Λα|τώιε κόρε | |
| χρυσοκόμα. | σέβομαί σε· ἐν δὲ θυώδει τεμένει τέ- | |
| κε|τό νιν Αἴγλα, γονίμαν δ’ ἔλυσεν ὠδῖ|να Διὸς | |
| 50 | παῖς μετὰ Μοιρᾶν Λάχ̣εσίς τε μαῖα ἀγαυά. | ἐπίκλη- |
| σιν δέ νιν Αἴγλας ματρὸς Ἀσκλα|πιὸν ὠνόμαξε | |
| Ἀπόλλων, τὸν νόσων παύ|σ̣τορα, δωτῆρα ὑγιείας, | |
| μέγα δώρημα βροτοῖς. | ἱεπαιάν, ἱεπαιάν, χαῖρεν̣ | |
| Ἀσκλα|πιέ, τὰν σὰν Ἐπίδαυρον ματρόπολιν αὔ|- | |
| 55 | ξων, ἐναργῆ δ’ ὑγίειαν ἐπιπέμποις | φρεσὶ καὶ σώ- |
| μασιν ἁμοῖς· ἱεπαιάν, ἱεπαιάν. | |
| [—————] | |
| 57 | (V) καὶ τόδε σῆς ἀρετῆς, Ἀσκληπιέ, τοὖργον ἔδειξας |
| ἐγ κείνοισι χρόνοις, ὅκα δὴ στρατὸν ἆγε Φίλ[ι]ππος | |
| εἰς Σπάρτην, ἐθέλων ἀνελεῖν βασιληΐδα τιμήν. | |
| 60 | τοῖς δ’ Ἀσκληπιὸς ἦ̣λθε βοαθόος ἐξ Ἐπιδαύρου, |
| τιμῶν Ἡρακλέος γενεάν, ἇς φείδετο ἄρα Ζεύς. | |
| τουτάκι δ’ ἦλθε, ὅχ’ ὁ παῖς ἐκ Βουσπόρου †ἦλθεν κάμνων̣. | |
| τῶι τύγα ποστείχοντι συνάντησας σὺν ὅπλοισιν | |
| λαμπόμενος χρυσέοισ’, Ἀσκλαπιέ. παῖς δ’ ἐσιδών σε | |
| 65 | λίσσετο χεῖρ’ ὀρέγων, ἱκέτηι μύθωι σε προσαντῶν· |
| "ἄμμορός εἰμι τεῶν δώρων, Ἀσκληπιὲ Παιάν, | |
| ἀλλά μ’ ἐποίκτειρον." τὺ δέ μοι τάδε ἔλεξας ἐναργῆ· | |
| "θάρσει· καιρῶι γάρ σοι ἀφίξομαι —— ἀλλὰ μέν’ αὐτεῖ —— | |
| τοῖς Λακεδαιμονίοις χαλεπὰς ἀπὸ κῆρας ἐρύξας, | |
| 70 | οὕνεκα τοὺς Φοίβου χρησμοὺς σώιζοντι δικαίως, |
| οὓς μαντευσάμενος παρέταξε πόληϊ Λυκοῦργος." | |
| ὣς ὁ μὲν ὤιχετο ἐ{ε}πὶ {²⁶ἐπὶ}²⁶ Σπάρτην. ἐμὲ δ’ ὦρσε νόημα | |
| ἀγγεῖλαι Λακεδαιμονίοις ἐλθόντα τὸ θεῖον | |
| πάντα μάλ’ ἑξείας· οἳ δ’ αὐδήσαντος ἄκουσαν | |
| 75 | σώτειραν φήμαν, Ἀσκλαπιέ, καί σφε σάωσας. |
| οἳ δὲ ἐκάρυξαν πάντας ξενίαις σε δέκεσθαι, | |
| σωτῆρα εὐρυχόρου Λακεδαίμονος ἀγκαλέοντες. | |
| ταῦτά τοι, ὦ μέγ’ ἄριστε θεῶν, ἀνέθηκεν Ἴσυλλος | |
| τιμ̣ῶν σὴν ἀρετήν, ὦναξ, ὥσπερ τὸ δίκαιον. |
IG IV²,1
128