[ ] Epidauria — Epidauros — after 117 AD
1      ἐπὶ ἱερέως v  Πο(πλίου) v Αἰλ(ίου) v Ἀντιόχου
Μ(ᾶρκος) Ἰούλιος Ἀπελλᾶς Ἰδριεὺς Μυλασεὺς μετεπέμφθην
ὑπὸ τοῦ θεοῦ, πολλάκις εἰς νόσους ἐνπίπτων καὶ ἀπεψί-
αις χρώμενος. κατὰ δὴ τὸν πλοῦν ἐν Αἰγείνῃ ἐκέλευσέν
5 με μὴ πολλὰ ὀργίζεσθαι. ἐπεὶ δὲ ἐγενόμην ἐν τῷ ἱερῷ, ἐ-
κέλευσεν ἐπὶ δύο ἡμέρας συνκαλύψασθαι τὴν κεφαλήν,
ἐν αἷς ὄμβροι ἐγένοντο, τυρὸν καὶ ἄρτον προλαβεῖν, σέλει-
να μετὰ θρίδακος, αὐτὸν δι’ αὑτοῦ λοῦσθαι, δρόμῳ, γυμνάζε-
σθαι, κιτρίου προλαμβάνειν τὰ ἄκρα, εἰς ὕδωρ ἀποβρέξαι, πρὸς
10 ταῖς ἀκοαῖς ἐν βαλανείῳ προστρίβεσθαι τῷ τοίχωι, περιπάτῳ χρῆ-
σθαι ὑπερῴῳ, αἰώραις, ἁφῇ πηλώσασθαι, ἀνυπόδητον περι-
πατεῖν, πρὶν ἐνβῆναι ἐν τῶι βαλανείῳ εἰς τὸ θερμὸν ὕδωρ
οἶνον περιχέασθαι, μόνον λούσασθαι καὶ Ἀττικὴν δοῦναι
τῶι βαλανεῖ, κοινῇ θῦσαι Ἀσκληπιῷ, Ἠπιόνῃ, Ἐλευσεινίαις,
15 γάλα μετὰ μέλιτος προλαβεῖν· μιᾷ δὲ ἡμέρᾳ πιόντός μου γά-
λα μόνον, εἶπεν· "μέλι ἔμβαλλε εἰς τὸ γάλα, ἵνα δύνηται διακό-
πτειν." ἐπεὶ δὲ ἐδεήθην τοῦ θεοῦ θᾶττόν με ἀπολῦσαι, ᾤμην <ν>ά-
πυϊ καὶ ἁλσὶν κεχρειμένος ὅλος ἐξιέναι κατὰ τὰς ἀκοὰς ἐκ τοῦ
ἀβάτου, παιδάριον δὲ ἡγεῖσθαι θυμιατήριον ἔχον ἀτμίζον
20 καὶ τὸν ἱερέα λέγειν "τεθεράπευσαι, χρὴ δὲ ἀποδιδόναι τὰ ἴατρα."
καὶ ἐποίησα, ἃ εἶδον, καὶ χρείμενος μὲν τοῖς ἁλσὶ καὶ τῶι νάπυ-
ϊ ὑγρῶι ἤλγησα, λούμενος δὲ οὐκ ἤλγησα. ταῦτα ἐν ἐννέα ἡμέ-
ραις ἀφ’ οὗ ἦλθον. ἥψατο δέ μου καὶ τῆς δεξιᾶς χιρὸς καὶ τοῦ
μαστοῦ, τῇ δὲ ἑξῆς ἡμέρᾳ ἐπιθύοντός μου φλὸξ ἀναδραμοῦ-
25 σα ἐπέφλευσε τὴν χεῖρα, ὡς καὶ φλυκταίνας ἐξανθῆσαι· μετ’ ὀ-
λίγον δὲ ὑγιὴς ἡ χεὶρ ἐγένετο. ἐπιμείναντί μοι ἄνηθον με-
τ’ ἐλαίου χρήσασθαι πρὸς τὴν κεφαλαλγίαν εἶπεν. οὐ μὴν ἤλ-
γουν τὴν κεφαλήν. συνέβη οὖν φιλολογήσαντί μοι συνπλη-
ρωθῆναι· χρησάμενος τῷ ἐλαίῳ ἀπηλάγην τῆς κεφαλαλγί-
30 ας. ἀναγαργαρίζεσθαι ψυχρῷ πρὸς τὴν σταφυλὴν —— καὶ γὰρ περὶ
τούτου παρεκάλεσα τὸν θεὸν —— τὸ αὐτὸ καὶ πρὸς παρίσθμια. ἐκέ-
λευσεν δὲ καὶ ἀναγράψαι ταῦτα. χάριν εἰδὼς καὶ ὑγιὴς γε-
%⁸¹νόμενος ἀπηλλάγην.
Search Help