[ ]
Epidauria — Epidauros — after 117 AD
| 1 | ἐπὶ ἱερέως v Πο(πλίου) v Αἰλ(ίου) v Ἀντιόχου |
| Μ(ᾶρκος) Ἰούλιος Ἀπελλᾶς Ἰδριεὺς Μυλασεὺς μετεπέμφθην | |
| ὑπὸ τοῦ θεοῦ, πολλάκις εἰς νόσους ἐνπίπτων καὶ ἀπεψί- | |
| αις χρώμενος. κατὰ δὴ τὸν πλοῦν ἐν Αἰγείνῃ ἐκέλευσέν | |
| 5 | με μὴ πολλὰ ὀργίζεσθαι. ἐπεὶ δὲ ἐγενόμην ἐν τῷ ἱερῷ, ἐ- |
| κέλευσεν ἐπὶ δύο ἡμέρας συνκαλύψασθαι τὴν κεφαλήν, | |
| ἐν αἷς ὄμβροι ἐγένοντο, τυρὸν καὶ ἄρτον προλαβεῖν, σέλει- | |
| να μετὰ θρίδακος, αὐτὸν δι’ αὑτοῦ λοῦσθαι, δρόμῳ, γυμνάζε- | |
| σθαι, κιτρίου προλαμβάνειν τὰ ἄκρα, εἰς ὕδωρ ἀποβρέξαι, πρὸς | |
| 10 | ταῖς ἀκοαῖς ἐν βαλανείῳ προστρίβεσθαι τῷ τοίχωι, περιπάτῳ χρῆ- |
| σθαι ὑπερῴῳ, αἰώραις, ἁφῇ πηλώσασθαι, ἀνυπόδητον περι- | |
| πατεῖν, πρὶν ἐνβῆναι ἐν τῶι βαλανείῳ εἰς τὸ θερμὸν ὕδωρ | |
| οἶνον περιχέασθαι, μόνον λούσασθαι καὶ Ἀττικὴν δοῦναι | |
| τῶι βαλανεῖ, κοινῇ θῦσαι Ἀσκληπιῷ, Ἠπιόνῃ, Ἐλευσεινίαις, | |
| 15 | γάλα μετὰ μέλιτος προλαβεῖν· μιᾷ δὲ ἡμέρᾳ πιόντός μου γά- |
| λα μόνον, εἶπεν· "μέλι ἔμβαλλε εἰς τὸ γάλα, ἵνα δύνηται διακό- | |
| πτειν." ἐπεὶ δὲ ἐδεήθην τοῦ θεοῦ θᾶττόν με ἀπολῦσαι, ᾤμην <ν>ά- | |
| πυϊ καὶ ἁλσὶν κεχρειμένος ὅλος ἐξιέναι κατὰ τὰς ἀκοὰς ἐκ τοῦ | |
| ἀβάτου, παιδάριον δὲ ἡγεῖσθαι θυμιατήριον ἔχον ἀτμίζον | |
| 20 | καὶ τὸν ἱερέα λέγειν "τεθεράπευσαι, χρὴ δὲ ἀποδιδόναι τὰ ἴατρα." |
| καὶ ἐποίησα, ἃ εἶδον, καὶ χρείμενος μὲν τοῖς ἁλσὶ καὶ τῶι νάπυ- | |
| ϊ ὑγρῶι ἤλγησα, λούμενος δὲ οὐκ ἤλγησα. ταῦτα ἐν ἐννέα ἡμέ- | |
| ραις ἀφ’ οὗ ἦλθον. ἥψατο δέ μου καὶ τῆς δεξιᾶς χιρὸς καὶ τοῦ | |
| μαστοῦ, τῇ δὲ ἑξῆς ἡμέρᾳ ἐπιθύοντός μου φλὸξ ἀναδραμοῦ- | |
| 25 | σα ἐπέφλευσε τὴν χεῖρα, ὡς καὶ φλυκταίνας ἐξανθῆσαι· μετ’ ὀ- |
| λίγον δὲ ὑγιὴς ἡ χεὶρ ἐγένετο. ἐπιμείναντί μοι ἄνηθον με- | |
| τ’ ἐλαίου χρήσασθαι πρὸς τὴν κεφαλαλγίαν εἶπεν. οὐ μὴν ἤλ- | |
| γουν τὴν κεφαλήν. συνέβη οὖν φιλολογήσαντί μοι συνπλη- | |
| ρωθῆναι· χρησάμενος τῷ ἐλαίῳ ἀπηλάγην τῆς κεφαλαλγί- | |
| 30 | ας. ἀναγαργαρίζεσθαι ψυχρῷ πρὸς τὴν σταφυλὴν —— καὶ γὰρ περὶ |
| τούτου παρεκάλεσα τὸν θεὸν —— τὸ αὐτὸ καὶ πρὸς παρίσθμια. ἐκέ- | |
| λευσεν δὲ καὶ ἀναγράψαι ταῦτα. χάριν εἰδὼς καὶ ὑγιὴς γε- | |
| %⁸¹νόμενος ἀπηλλάγην. |