[ ] Epidauria — Epidauros — stoich. — 4th c. BC
1 (XXI) Ἀ̣ράτα [Λά]καινα ὕδρωπ[α. ὑπ]ὲρ ταύτας ἁ μάτηρ ἐνεκάθευδεν ἐλ Λακεδαίμο-
νι ἔσσα[ς] καὶ ἐνύπνιον [ὁ]ρῆι· ἐδόκει τᾶς θυγατρός οὑ τὸν θεὸν ἀποταμόν-
τα τὰν κ[ε]φαλὰν τὸ σῶμα κραμάσαι κάτω τὸν τράχαλον ἔχον· ὡς δ’ ἐξερρύα συ-
χνὸν ὑγρ̣[ό]ν, καταλύσαντα τὸ σῶμα τὰν κεφαλὰν πάλιν ἐπιθέμεν ἐπὶ τὸν αὐ-
5 χένα· ἰδο[ῦ]σ̣α δὲ τὸ ἐνύπνιον τοῦτο ἀγχωρήσασα εἰς Λακεδαίμονα κατα-
λαμβάνε̣[ι τ]ὰν θυγατέρα ὑγιαίνουσαν καὶ τὸ αὐτὸ ἐνύπνιον ὡρακυῖαν.
(XXII) Ἕρμων Θ[άσιος. τοῦτο]ν τυφλὸν ἐόντα ἰάσατο· μετὰ δὲ τοῦτο τὰ ἴατρα οὐκ ἀ-
πάγοντ̣[α ὁ θεός νιν] ἐπόησε τυφλὸν αὖθις· ἀφικόμενον δ’ αὐτὸν καὶ πάλιν
ἐγκαθε̣[ύδοντα ὑγι]ῆ κατέστασε.
10 (XXIII) Ἀριστα̣[γόρα Τροζ]ανία. αὕτα ἕλμιθα ἔχουσα ἐν τᾶι κοιλίαι ἐνεκάθευδε
ἐν Τροζ[ᾶνι ἐν τῶι] τοῦ Ἀσκλαπιοῦ τεμένει καὶ ἐνύπνιον εἶδε· ἐδόκει οὑ {²⁹corr. οἱ}²⁹
τοὺς υἱ[οὺς τοῦ θ]εοῦ, οὐκ ἐπιδαμοῦντος αὐτοῦ, ἀλλ’ ἐν Ἐπιδαύρωι ἐόντος,
τὰγ κεφα[λὰν ἀπο]ταμεῖν, οὐ δυναμένους δ’ ἐπιθέμεν πάλιν πέμψαι τινὰ πο[ὶ]
τὸν Ἀσκλ[απιόν, ὅ]πως μόληι· μεταξὺ δὲ ἁμέρα ἐπικαταλαμβάνει καὶ ὁ ἱαρ-
15 ρεὺς ὁρῆι [σάφα τ]ὰν κεφαλὰν ἀφαιρημέναν ἀπὸ τοῦ σώματος· τᾶς ἐφερποῦ-
σας δὲ νυκτ[ὸς Ἀρ]ισταγόρα ὄψιν εἶδε· ἐδόκει οἱ ὁ θεὸς ἵκων ἐξ Ἐπιδαύρου
ἐ̣πιθεὶς τ[ὰν κε]φαλὰν ἐπὶ [τὸ]ν τράχαλον, μετὰ ταῦτα ἀνσχίσσας τὰγ κοιλ[ί]-
[α]ν̣ τὰν αὐτ[ᾶς ἐξ]ελεῖν τὰν ἕ[λμ]ιθα καὶ συρράψαι πάλιν, καὶ ἐκ τούτου ὑγ[ι]-
[ὴ]ς ἐγένετ[ο.     vac.   (XXIV) ὑ]π[ὸ π]έ̣τραι παῖς Ἀριστόκριτος Ἁλ̣ικός· οὗτος
20 ἀποκολυμ[βάσ]ας εἰς τὰν θά̣[λασ]σ̣αν ἔπειτα δενδρύων εἰς τόπον ἀφίκετο
ξηρόν, κύκ[λωι] πέτραις περ[ιεχό]μενον, καὶ οὐκ ἐδύνατο ἔξοδον οὐδεμί-
αν εὑρεῖν. [με]τὰ δὲ τοῦτο ὁ πατ[ὴρ α]ὐτοῦ, ὡς οὐθαμεὶ περιετύγχανε μασ-
τεύων, παρ’ [Ἀ]σκλαπιῶι ἐν τῶι ἀ[βάτ]ωι ἐνεκάθευδε περὶ τοῦ παιδὸς καὶ ἐ-
νύπνιον ε̣[ἶ]δε· ἐδόκει αὐτὸν ὁ θ[εὸς] ἄγειν εἴς τινα χώραν καὶ δεῖξαί οἱ, δ̣[ι]-
25 ότι τουτ[ε]ῖ ἐστι ὁ ὑὸς αὐτοῦ. ἐξε̣[λθὼ]ν δ’ ἐκ τοῦ ἀβάτου καὶ λ̣ατομήσας τὰ[ν]
πέτραν ἀ[ν]ηῦρε τὸμ παῖ̣δα ἑβδεμα̣[ῖο]ν.   vac.   (XXV) Σωστράτα Φεραί[α παρ]-
εκύησε. α[ὕ]τα ἐμ παντὶ ἐοῦσα φοράδα̣ν εἰς τὸ ἱαρὸν ἀφικομένα ἐνε[κά]-
θευδε. ὡς δὲ οὐθὲν ἐνύπνιον ἐναργ[ὲ]ς ἑώρη, πάλιν οἴκαδε ἀπεκομίζ̣[ε]-
το. μετὰ δὲ τοῦτο συμβολῆσαί τις περὶ Κόρνους αὐτᾶι καὶ τοῖς ἑ[πομέ]-
30 νοις ἔδοξε τὰν ὄψιν εὐπρεπὴς ἀνήρ, ὃς πυθόμενος παρ’ αὐτῶν τ[ὰς δυσπρα]-
ξίας τὰς αὐτῶν ἐκελήσατο θέμεν τὰν κ̣λίναν, ἐφ’ ἇς τὰν Σωστρ[άταν ἔφε]-
ρον. ἔπειτα τὰγ κοιλίαν αὐτᾶς ἀνσχίσας ἐξαιρεῖ πλῆθος ζ[ωϋφίων πάμ]-
πολυ, [δύ]ε ποδανιπτῆρας· συνράψας δὲ τὰ[ν γ]αστέρα καὶ ποήσας ὑ[γιῆ]
τὰν γυ̣ναῖκα τάν τε παρουσίαν τὰν αὐτο[ῦ π]αρενεφάνιξε ὁ Ἀσκλαπιὸς
35 καὶ ἴατρα ἐκέλε̣το ἀπ[ο]πέμπειν εἰς Ἐπί[δα]υρ[ον.  vac.    ] (XXVI) κύων ἰά-
σατο παῖδα Αἰ[γιν]άταν. οὗτος φῦμα ἐν τῶ[ι τρα]χ̣άλωι εἶχε· ἀφικόμενο[ν]
δ’ αὐτὸν ποὶ τ[ὸν] θε[ὸ]ν κύων τῶν ἱαρῶν ὕ[παρ τ]ᾶ̣ι γλώσσαι ἐθεράπευσε
καὶ ὑγιῆ ἐπόη[σ]ε.   vac.     (XXVII) ἀνὴρ ἐ[ντὸ]ς τᾶς κοιλίας ἕλκος ἔχων. οὗ-
τος ἐγκαθεύδων ἐν[ύπνιο]ν εἶδε· ἐδ̣όκ[ε]ι αὐτῶι ὁ θεὸς ποιτάξαι τοῖς
40 ἑπομένοις ὑπηρέτα[ις συλ]λαβόντας αὐτὸν ἴσχειν, ὅπως τάμηι οὑ τὰν
κοιλίαν· αὐτὸς δὲ φεύ[γει]ν, τοὺς δὲ συλλαβόντας νιν ποιδῆσαι ποὶ ῥό-
πτον· μετὰ δὲ τοῦτο τὸν [Ἀσ]κλαπιὸν ἀνσχίσσαντα τὰγ κοιλίαν ἐκτα-
μεῖν τὸ ἕλκος καὶ συρρά[ψαι] πάλιν, καὶ λυθῆμεν ἐκ τῶν δεσμῶν· καὶ ἐ-
κ τούτου ὑγιὴς ἐξῆ[λθ]ε, τὸ δὲ δάπεδον ἐν τῶι ἀβάτωι αἵματος κατά-
45 πλεον ἦς.   vac.      (XXVIII) Κλεινάτας Θηβα̣ῖος ὁ τοὺς φθεῖρας· οὗτος π̣[λῆ]-
θός τι πάμπολυ φθε[ιρ]ῶν ἐν τῶι σώματι [ἔ]χων ἀφικόμενος ἐνεκά[θευ]-
δε καὶ ὁρῆι ὄψιν. ἐδόκει αὐτόν νιν ὁ θεὸς ἐγδύσας καὶ γυμνὸν κα-
ταστάσας ὀρθὸν σάρ̣[ω]ι τινὶ τοὺς φθεῖρας ἀπὸ τοῦ σώματος ἀποκα-
θαίρειν· ἁμέρας δὲ γ[ε]νομένας ἐκ τοῦ ἀβάτου ὑγιὴς ἐξῆλθε.  vac.
50 (XXIX) Ἀγέστρατος κεφαλᾶς [ἄ]λγος· οὗτος ἀγρυπνίαις συνεχόμενος διὰ
τὸμ πόνον τᾶς κεφαλᾶ[ς], ὡς ἐν τῶι ἀβάτωι ἐγένετο, καθύπνωσε καὶ ἐν[ύ]-
πνιον εἶδε· ἐδόκει αὐτὸν ὁ θεὸς ἰασάμε̣νος τὸ τᾶς κεφαλᾶς ἄλγος ὀρ-
θὸν ἀστάσας γυμνὸν παγκρατίου προβολὰν διδάξαι· ἁμέρας δὲ γενη-
θείσας ὑγιὴς ἐξῆλθε καὶ οὐ μετὰ πολὺγ χρόνον τὰ Νέμεα ἐνίκασε
55 παγκράτιον.    vac.      (XXX) Γοργίας Ἡρακλειώτας πύος. οὗτος ἐμ μάχαι
τινὶ τρωθεὶς εἰς τὸμ πλεύμονα τοξε[ύ]μ[α]τι ἐνιαυτὸγ καὶ ἑξάμηνον
ἔμπυος ἦς οὕτω σφοδρῶς, ὥστε ἑπτὰ καὶ ἑξήκοντα λεκάνας ἐνέπλησε
πύους· ὡς δ’ ἐνεκάθευδε, ὄψιν εἶδε· ἐδόκει οἱ ὁ θεὸς τὰν ἀκίδα ἐξε-
λεῖν ἐκ τοῦ πλεύμονος· ἁμέρας δὲ γενομένας ὑγιὴς ἐξῆλθε τὰν ἀκί-
60 δα ἐν ταῖς χερσὶ φέρων. vac.  (XXXI) Ἀνδρομάχα ἐξ Ἀπείρο[υ] περὶ παί-
δων. αὕτα ἐγκαθεύδουσα ἐνύπνιον εἶδε· ἐδόκει αὐτᾶι π[α]ῖς τις ὡραῖ-
ος ἀγκαλύψαι, μετὰ δὲ το̣ῦτο τὸν θεὸν ἅψασθαί οὑ τᾶι [χη]ρί· ἐκ δὲ τού-
του τᾶι Ἀνδρομάχαι υ[ἱ]ὸς ἐξ Ἀρύββα ἐγένετο.   (XXXII) Ἀ[․․․κ]ράτης Κνίδι-
ος ὀφθαλμούς. οὗτος ἔν τινι μάχαι ὑπὸ δό[ρα]τος πλα[γεὶ]ς δι’ ἀμφοτέ-
65 ρων τῶν ὀφθαλμῶν τυφλὸς ἐγένετο καὶ τὰν λόγχαν [παρ]οῦσαν ἐν τῶι
προσώπωι περιέφερε· ἐγκαθεύδων [δ]ὲ ὄψιν εἶδε· ἐδ[όκε]ι οὑ {²⁹corr. οἱ}²⁹ τὸν θεὸν
ἐξελκύσαντα τὸ βέλος εἰς τὰ β[λέ]φαρα τὰς καλουμ[έν]ας κόρας πά-
λιν ἐναρμόξαι. ἁμέρας δὲ γενομένας ὑγιὴς ἐξῆλθ[ε].
(XXXIII) [Θ]έ̣ρσανδρος Ἁλικὸς φθίσιν. οὗτος, ὡς ἐγκαθεύδων [οὐ]δεμίαν ὄψιν
70 [ἑ]ώρη, ἐφ’ ἁμάξας [ἄμπαλ]ιν ἀπεκομίζετο εἰς Ἁλιεῖς, δράκων δέ τις
[τ]ῶν ἱαρῶν ἐπὶ τ[ᾶς ἁμ]άξας καθιδρυμένος ἦς, τὸ πο[λ]ὺ τᾶς ὁδοῦ περιη-
[λι]γμένος περ[ὶ τ]ὸν ἄξονα διετέλεσε. μολόντων δ’ [α][τ]ῶν εἰς Ἁλιεῖς
[κα]ὶ τοῦ Θερσ[ά]νδρου κατακλιθέντος οἴ[κο]ι, ὁ δράκων ἀπὸ τᾶς ἁμά-
[ξα]ς καταβὰ[ς τ]ὸν Θέρσανδρον ἰάσατο. [τᾶς δ]ὲ πόλιος τῶν Ἁλικῶν
75 [ἀγγε]λ[λ]ούσας τὸ γεγενημένον καὶ διαπορ[ουμένας] περὶ τοῦ ὄφι-
[ος, πό]τερον εἰς Ἐπίδαυρον ἀποκομίζωντι [ἢ αὐτὸν κα]τὰ χώραν ἐῶν-
[τι, ἔ]δοξε τᾶι πόλι εἰς Δελφοὺς ἀποστεῖλαχρησομέ]νους, πότερα
[π]οιῶντι· ὁ δὲ θεὸς ἔχρησε τὸν ὄφιν ἐῆν αὐ[τεῖ καὶ ἱ]δρυσαμένου[ς]
[Ἀ]σκλαπιοῦ τέμενος καὶ εἰκόνα αὐτοῦ πο[ιησαμέ]νους ἀνθέμεν [εἰς]
80 τὸ ἱαρόν. ἀγγελθέντος δὲ τοῦ χρησ[μοῦ, ἁ πόλι]ς ἁ τῶν Ἁλικῶν
ἱδρύσατο τέμενος Ἀσκλαπιοῦ [αὐτεῖ καὶ τὰ ὑπὸ το]ῦ θεοῦ μαντ[ευ]-
σθέντα ἐπετέλεσε.       (XXXIV) [— — —]νία ὑπὲρ τέ-
κνων. αὕτα ἐγκαθεύδου[σα] ἐν[ύπνιον εἶδε· ἐδόκει ο]ἱ φᾶσαι ὁ [θεὸς]
ἐσσεῖσθαι γενεὰγ καὶ ἐ[π]ερ[ωτᾶσαι εἰ ἐπιθυμέοι ἄρσενα ἢ θηλυ]-
85 τέραν, αὐτὰ δὲ φάμεν ἐπι[θυμεῖν ἄρσενα· μετὰ δὲ τοῦτο ἐντὸς ἐνι]-
αυτοῦ ἐγένετο αὐτᾶι υἱ[ός].         vac.          (XXXV) [— — — —]
Ἐπιδαύριος χωλός. οὗτος [χωλὸς ἐὼν φοράδαν εἰς τὸ ἱαρὸν ἀφίκετο]·
ἐγκαθεύδων δὲ ὄψιν εἶδε· [ἐδόκει οἱ ὁ θεὸς — — — — — — — —]
ποιτάσσειν αὐτῶι κλίμα[κα ποιφέρειν ․․․․9․․․․ καὶ ἀναβῆναι ἐ]-
90 πὶ τὸν ναόν· αὐτὸς δὲ τὸ με[— — — — — — — — — — — — — — — —]
․․․αλεν καὶ ἄνω ἐπὶ τοῦ θ[ριγκοῦ — — — — — — — — — — — — —]
[κ]αὶ τὰγ κλίμακα μικρὸν κα[τέβα — — — — — — — — — — — — —]
πρᾶτον ἀγανακτῶν τ[ᾶ]ι πρά[ξι — — — — — — — — — — — — — χω]-
λῶι ἐόντι· ἀποτολμ[ῆι] δὲ ἁμ[έρας γενομένας καὶ ἐκ τούτου ὑγιὴς ἐ]-
95 ξῆλθε.    vac.      (XXXVI) Καφισί[ας — — — — — — — — τοῖς Ἀσ]-
κλαπιοῦ θεραπεύμασιν ἐπ[ιγελ— — — — — — — — — — οὐ φεί]-
δεται λέγων ὡς, εἰ δύναμιν ἔ[χοι, — — — — — — — — — — —]
τᾶς ὕβριος ποινὰς λαμβάνω[ν — — — — — — — — — — — — —]
τοῦ Βουκεφάλα ἐν τᾶι ἕδραι [καθίζοντά νιν καταπατοῦντος τρωθῆ]-
100 μεν τὸμ πόδα παραχρῆμα καὶ [ἔτι δεινοτέρως(?) διακεῖσθαι ἢ τὸ πρίν]·
[σ]τερον δὲ πολλὰ καθικετεύ[σας τὸν θεὸν ὑγιὴς ἐγένετο].vac.
(XXXVII) Κλειμένης Ἀργεῖος ἀκρατὴς [τοῦ σώματος· οὗτος ἐλθὼν εἰς τὸ ἄβα]-
τον ἐνεκάθευδε καὶ ὄψιν εἶδ[ε· ἐδόκει οἱ ὁ θεὸς μέγαν δράκοντα πε]-
ριελίξαι περὶ τὸ σῶμα καὶ μικ[ρὸν ․․․․․․․․c.20․․․․․․․․ ἄγειν]
105 νιν ἐπί τινα λίμναν, ἇς τὸ ὕδωρ [ἐκελήσατό νιν πιεῖν ․․․․c.12․․․․]
δ’ αὐτοῦ ἕθεν διακειμένου τὸν α[․․․․․․․․․․c.24․․․․․․․․․․ πολ]-
λοὺς τῶν ἀνθρώπων εἰς ταῦτα φά[μεν? — — — — — — — — — — — — ἀ]-
φικνῶνται εἰς τὸ τέμενος ἐόντ․․․․․․․․․․․c.27․․․․․․․․․․․․
τοιοῦτον ποιησοῖ, ἀλλ’ ὑγιῆ ἀποπ[εμψοῖ. ἁμέρας δὲ γενομένας ἀσ]-
110 κηθὴς ἐξῆλθε.  vac.  (XXXVIII) Δίαιτος Κύρν̣[ιος(?)· οὗτος ἀκρατὴς ἐὼν ἐτύγχα]-
νε τῶγ γονάτων· ἐγκαθεύδων δὲ ἐνύ[πνιον εἶδε· ἐδόκει οἱ ὁ θεὸς]
τοὺς ὑπηρέτας κέλεσθαι ἀειραμέν̣[ους νιν ἐξενεγκεῖν ἐκ τοῦ ἀ]-
δύτου καὶ καταθέμεν πρὸ τοῦ ναοῦ· ἐ[πεὶ δὲ αὐτὸν οὗτοι ἔξω ἤνεγ]-
καν, ἅρμα ζεύξαντα τὸν θεὸν ἵππων πε[ριελαύνειν τρὶς περί νιν κύ]-
115 κλωι καὶ καταπατεῖν <ν>ιν τοῖς ἵπποις, [καί οὑ τὰ γόνατα ἰσχυρὰ γε]-
νέσθαι εὐθύς· ἁμέρας δὲ γενομένας ὑγ[ιὴς ἐξῆλθε. vac.  (XXXIX) — — —]-
δα ἐκ Κέου. αὕτα περὶ παίδων ἐγκαθεύδ[ουσα ἐνύπνιον εἶδε· ἐδό]-
κει οἱ ἐν τῶι ὕπνωι δράκων ἐπὶ τᾶς γαστ[ρὸς κεῖσθαι· καὶ ἐκ τούτου]
παῖδές οἱ ἐγένοντο πέντε. vac.  (XL) Τίμω[ν ․․․8․․․․ λόγχαι τρω]-
120 θεὶς ὑπὸ τὸν ὀφθαλμόν· οὗτος ἐγκαθεύδ[ων ἐνύπνιον εἶδε· ἐδό]-
κει οἱ ὁ θεὸς ποίαν τρίψας ἐγχεῖν εἰς τ[ὸν ὀφθαλμόν τι· καὶ ὑγι]-
ὴς ἐγένετο.  vac.  (XLI) Ἐρασίππα ἐκ Καφυιᾶν Ι̣[— — — αὕτα — —]
εἶχε τὰγ γαστέρα καὶ ἐπέπρητο ὅλα καὶ ο[․․․․c.13․․․․․ ἐγκα]-
θεύδουσα δὲ ἐνύπνιον εἶδε· ἐδόκει οἱ ὁ θεὸ[ς τὰγ γαστέρα ἀντρί]-
125 βων φιλῆσαί νιν, μετὰ δὲ τοῦτο φιάλαν οἱ δό[μεν, ἐν ἇι φάρμακον],
καὶ κέλεσθαι ἐκπιεῖν, ἔπειτα ἐμεῖν κέλεσ[θαί νιν, ἐξεμεσάσας]
δὲ ἐμπλῆσαι τὸ λώπιον τὸ αὐτᾶς· ἁμέρας δὲ γ[ενομένας ἑώρη πᾶν]
τὸ λώπιον μεστὸν ὧν ἐξήμεσε κακῶν, καὶ ἐκ το[ύτου ὑγιὴς ἐγένε]-
το.  vac.  (XLII) Νικασιβούλα Μεσσανία περὶ παίδω[ν ἐγκαθεύδουσα]
130 ἐνύπνιον εἶδε· ἐδόκει οἱ ὁ θεὸς δράκοντα μεθ̣[— — — — — — — —]
φέρων παρ’ αὐτάν, τούτωι δὲ συγγενέσθαι αὐτά· [καὶ ἐκ τούτου]
παῖδές οἱ ἐγένοντο εἰς ἐνιαυτὸν ἔρσενες δύ[ε. vac.  (XLIII) — — — — —]
Κιανὸς ποδάγραν. τούτου ὕπαρ χὰν ποτιπορευο[μένου δάκνων]
αὐτοῦ τοὺς πόδας καὶ ἐξαιμάσσων ὑγιῆ ἐπόη[σε].
Search Help
Contact Us