[ ]
Epidauria — Epidauros — stoich. — 4th c. BC
1 | (XXI) Ἀ̣ράτα [Λά]καινα ὕδρωπ[α. ὑπ]ὲρ ταύτας ἁ μάτηρ ἐνεκάθευδεν ἐλ Λακεδαίμο- |
νι ἔσσα[ς] καὶ ἐνύπνιον [ὁ]ρῆι· ἐδόκει τᾶς θυγατρός οὑ τὸν θεὸν ἀποταμόν- | |
τα τὰν κ[ε]φαλὰν τὸ σῶμα κραμάσαι κάτω τὸν τράχαλον ἔχον· ὡς δ’ ἐξερρύα συ- | |
χνὸν ὑγρ̣[ό]ν, καταλύσαντα τὸ σῶμα τὰν κεφαλὰν πάλιν ἐπιθέμεν ἐπὶ τὸν αὐ- | |
5 | χένα· ἰδο[ῦ]σ̣α δὲ τὸ ἐνύπνιον τοῦτο ἀγχωρήσασα εἰς Λακεδαίμονα κατα- |
λαμβάνε̣[ι τ]ὰν θυγατέρα ὑγιαίνουσαν καὶ τὸ αὐτὸ ἐνύπνιον ὡρακυῖαν. | |
(XXII) Ἕρμων Θ[άσιος. τοῦτο]ν τυφλὸν ἐόντα ἰάσατο· μετὰ δὲ τοῦτο τὰ ἴατρα οὐκ ἀ- | |
πάγοντ̣[α ὁ θεός νιν] ἐπόησε τυφλὸν αὖθις· ἀφικόμενον δ’ αὐτὸν καὶ πάλιν | |
ἐγκαθε̣[ύδοντα ὑγι]ῆ κατέστασε. | |
10 | (XXIII) Ἀριστα̣[γόρα Τροζ]ανία. αὕτα ἕλμιθα ἔχουσα ἐν τᾶι κοιλίαι ἐνεκάθευδε |
ἐν Τροζ[ᾶνι ἐν τῶι] τοῦ Ἀσκλαπιοῦ τεμένει καὶ ἐνύπνιον εἶδε· ἐδόκει οὑ {²⁹corr. οἱ}²⁹ | |
τοὺς υἱ[οὺς τοῦ θ]εοῦ, οὐκ ἐπιδαμοῦντος αὐτοῦ, ἀλλ’ ἐν Ἐπιδαύρωι ἐόντος, | |
τὰγ κεφα[λὰν ἀπο]ταμεῖν, οὐ δυναμένους δ’ ἐπιθέμεν πάλιν πέμψαι τινὰ πο[ὶ] | |
τὸν Ἀσκλ[απιόν, ὅ]πως μόληι· μεταξὺ δὲ ἁμέρα ἐπικαταλαμβάνει καὶ ὁ ἱαρ- | |
15 | ρεὺς ὁρῆι [σάφα τ]ὰν κεφαλὰν ἀφαιρημέναν ἀπὸ τοῦ σώματος· τᾶς ἐφερποῦ- |
σας δὲ νυκτ[ὸς Ἀρ]ισταγόρα ὄψιν εἶδε· ἐδόκει οἱ ὁ θεὸς ἵκων ἐξ Ἐπιδαύρου | |
ἐ̣πιθεὶς τ[ὰν κε]φαλὰν ἐπὶ [τὸ]ν τράχαλον, μετὰ ταῦτα ἀνσχίσσας τὰγ κοιλ[ί]- | |
[α]ν̣ τὰν αὐτ[ᾶς ἐξ]ελεῖν τὰν ἕ[λμ]ιθα καὶ συρράψαι πάλιν, καὶ ἐκ τούτου ὑγ[ι]- | |
[ὴ]ς ἐγένετ[ο. vac. (XXIV) ὑ]π[ὸ π]έ̣τραι παῖς Ἀριστόκριτος Ἁλ̣ικός· οὗτος | |
20 | ἀποκολυμ[βάσ]ας εἰς τὰν θά̣[λασ]σ̣αν ἔπειτα δενδρύων εἰς τόπον ἀφίκετο |
ξηρόν, κύκ[λωι] πέτραις περ[ιεχό]μενον, καὶ οὐκ ἐδύνατο ἔξοδον οὐδεμί- | |
αν εὑρεῖν. [με]τὰ δὲ τοῦτο ὁ πατ[ὴρ α]ὐτοῦ, ὡς οὐθαμεὶ περιετύγχανε μασ- | |
τεύων, παρ’ [Ἀ]σκλαπιῶι ἐν τῶι ἀ[βάτ]ωι ἐνεκάθευδε περὶ τοῦ παιδὸς καὶ ἐ- | |
νύπνιον ε̣[ἶ]δε· ἐδόκει αὐτὸν ὁ θ[εὸς] ἄγειν εἴς τινα χώραν καὶ δεῖξαί οἱ, δ̣[ι]- | |
25 | ότι τουτ[ε]ῖ ἐστι ὁ ὑὸς αὐτοῦ. ἐξε̣[λθὼ]ν δ’ ἐκ τοῦ ἀβάτου καὶ λ̣ατομήσας τὰ[ν] |
πέτραν ἀ[ν]ηῦρε τὸμ παῖ̣δα ἑβδεμα̣[ῖο]ν. vac. (XXV) Σωστράτα Φεραί[α παρ]- | |
εκύησε. α[ὕ]τα ἐμ παντὶ ἐοῦσα φοράδα̣ν εἰς τὸ ἱαρὸν ἀφικομένα ἐνε[κά]- | |
θευδε. ὡς δὲ οὐθὲν ἐνύπνιον ἐναργ[ὲ]ς ἑώρη, πάλιν οἴκαδε ἀπεκομίζ̣[ε]- | |
το. μετὰ δὲ τοῦτο συμβολῆσαί τις περὶ Κόρνους αὐτᾶι καὶ τοῖς ἑ[πομέ]- | |
30 | νοις ἔδοξε τὰν ὄψιν εὐπρεπὴς ἀνήρ, ὃς πυθόμενος παρ’ αὐτῶν τ[ὰς δυσπρα]- |
ξίας τὰς αὐτῶν ἐκελήσατο θέμεν τὰν κ̣λίναν, ἐφ’ ἇς τὰν Σωστρ[άταν ἔφε]- | |
ρον. ἔπειτα τὰγ κοιλίαν αὐτᾶς ἀνσχίσας ἐξαιρεῖ πλῆθος ζ[ωϋφίων πάμ]- | |
πολυ, [δύ]ε ποδανιπτῆρας· συνράψας δὲ τὰ[ν γ]αστέρα καὶ ποήσας ὑ[γιῆ] | |
τὰν γυ̣ναῖκα τάν τε παρουσίαν τὰν αὐτο[ῦ π]αρενεφάνιξε ὁ Ἀσκλαπιὸς | |
35 | καὶ ἴατρα ἐκέλε̣το ἀπ[ο]πέμπειν εἰς Ἐπί[δα]υρ[ον. vac. ] (XXVI) κύων ἰά- |
σατο παῖδα Αἰ[γιν]άταν. οὗτος φῦμα ἐν τῶ[ι τρα]χ̣άλωι εἶχε· ἀφικόμενο[ν] | |
δ’ αὐτὸν ποὶ τ[ὸν] θε[ὸ]ν κύων τῶν ἱαρῶν ὕ[παρ τ]ᾶ̣ι γλώσσαι ἐθεράπευσε | |
καὶ ὑγιῆ ἐπόη[σ]ε. vac. (XXVII) ἀνὴρ ἐ[ντὸ]ς τᾶς κοιλίας ἕλκος ἔχων. οὗ- | |
τος ἐγκαθεύδων ἐν[ύπνιο]ν εἶδε· ἐδ̣όκ[ε]ι αὐτῶι ὁ θεὸς ποιτάξαι τοῖς | |
40 | ἑπομένοις ὑπηρέτα[ις συλ]λαβόντας αὐτὸν ἴσχειν, ὅπως τάμηι οὑ τὰν |
κοιλίαν· αὐτὸς δὲ φεύ[γει]ν, τοὺς δὲ συλλαβόντας νιν ποιδῆσαι ποὶ ῥό- | |
πτον· μετὰ δὲ τοῦτο τὸν [Ἀσ]κλαπιὸν ἀνσχίσσαντα τὰγ κοιλίαν ἐκτα- | |
μεῖν τὸ ἕλκος καὶ συρρά[ψαι] πάλιν, καὶ λυθῆμεν ἐκ τῶν δεσμῶν· καὶ ἐ- | |
κ τούτου ὑγιὴς ἐξῆ[λθ]ε, τὸ δὲ δάπεδον ἐν τῶι ἀβάτωι αἵματος κατά- | |
45 | πλεον ἦς. vac. (XXVIII) Κλεινάτας Θηβα̣ῖος ὁ τοὺς φθεῖρας· οὗτος π̣[λῆ]- |
θός τι πάμπολυ φθε[ιρ]ῶν ἐν τῶι σώματι [ἔ]χων ἀφικόμενος ἐνεκά[θευ]- | |
δε καὶ ὁρῆι ὄψιν. ἐδόκει αὐτόν νιν ὁ θεὸς ἐγδύσας καὶ γυμνὸν κα- | |
ταστάσας ὀρθὸν σάρ̣[ω]ι τινὶ τοὺς φθεῖρας ἀπὸ τοῦ σώματος ἀποκα- | |
θαίρειν· ἁμέρας δὲ γ[ε]νομένας ἐκ τοῦ ἀβάτου ὑγιὴς ἐξῆλθε. vac. | |
50 | (XXIX) Ἀγέστρατος κεφαλᾶς [ἄ]λγος· οὗτος ἀγρυπνίαις συνεχόμενος διὰ |
τὸμ πόνον τᾶς κεφαλᾶ[ς], ὡς ἐν τῶι ἀβάτωι ἐγένετο, καθύπνωσε καὶ ἐν[ύ]- | |
πνιον εἶδε· ἐδόκει αὐτὸν ὁ θεὸς ἰασάμε̣νος τὸ τᾶς κεφαλᾶς ἄλγος ὀρ- | |
θὸν ἀστάσας γυμνὸν παγκρατίου προβολὰν διδάξαι· ἁμέρας δὲ γενη- | |
θείσας ὑγιὴς ἐξῆλθε καὶ οὐ μετὰ πολὺγ χρόνον τὰ Νέμεα ἐνίκασε | |
55 | παγκράτιον. vac. (XXX) Γοργίας Ἡρακλειώτας πύος. οὗτος ἐμ μάχαι |
τινὶ τρωθεὶς εἰς τὸμ πλεύμονα τοξε[ύ]μ[α]τι ἐνιαυτὸγ καὶ ἑξάμηνον | |
ἔμπυος ἦς οὕτω σφοδρῶς, ὥστε ἑπτὰ καὶ ἑξήκοντα λεκάνας ἐνέπλησε | |
πύους· ὡς δ’ ἐνεκάθευδε, ὄψιν εἶδε· ἐδόκει οἱ ὁ θεὸς τὰν ἀκίδα ἐξε- | |
λεῖν ἐκ τοῦ πλεύμονος· ἁμέρας δὲ γενομένας ὑγιὴς ἐξῆλθε τὰν ἀκί- | |
60 | δα ἐν ταῖς χερσὶ φέρων. vac. (XXXI) Ἀνδρομάχα ἐξ Ἀπείρο[υ] περὶ παί- |
δων. αὕτα ἐγκαθεύδουσα ἐνύπνιον εἶδε· ἐδόκει αὐτᾶι π[α]ῖς τις ὡραῖ- | |
ος ἀγκαλύψαι, μετὰ δὲ το̣ῦτο τὸν θεὸν ἅψασθαί οὑ τᾶι [χη]ρί· ἐκ δὲ τού- | |
του τᾶι Ἀνδρομάχαι υ[ἱ]ὸς ἐξ Ἀρύββα ἐγένετο. (XXXII) Ἀ[․․․κ]ράτης Κνίδι- | |
ος ὀφθαλμούς. οὗτος ἔν τινι μάχαι ὑπὸ δό[ρα]τος πλα[γεὶ]ς δι’ ἀμφοτέ- | |
65 | ρων τῶν ὀφθαλμῶν τυφλὸς ἐγένετο καὶ τὰν λόγχαν [παρ]οῦσαν ἐν τῶι |
προσώπωι περιέφερε· ἐγκαθεύδων [δ]ὲ ὄψιν εἶδε· ἐδ[όκε]ι οὑ {²⁹corr. οἱ}²⁹ τὸν θεὸν | |
ἐξελκύσαντα τὸ βέλος εἰς τὰ β[λέ]φαρα τὰς καλουμ[έν]ας κόρας πά- | |
λιν ἐναρμόξαι. ἁμέρας δὲ γενομένας ὑγιὴς ἐξῆλθ[ε]. | |
(XXXIII) [Θ]έ̣ρσανδρος Ἁλικὸς φθίσιν. οὗτος, ὡς ἐγκαθεύδων [οὐ]δεμίαν ὄψιν | |
70 | [ἑ]ώρη, ἐφ’ ἁμάξας [ἄμπαλ]ιν ἀπεκομίζετο εἰς Ἁλιεῖς, δράκων δέ τις |
[τ]ῶν ἱαρῶν ἐπὶ τ[ᾶς ἁμ]άξας καθιδρυμένος ἦς, τὸ πο[λ]ὺ τᾶς ὁδοῦ περιη- | |
[λι]γμένος περ[ὶ τ]ὸν ἄξονα διετέλεσε. μολόντων δ’ [α]ὐ[τ]ῶν εἰς Ἁλιεῖς | |
[κα]ὶ τοῦ Θερσ[ά]νδρου κατακλιθέντος οἴ[κο]ι, ὁ δράκων ἀπὸ τᾶς ἁμά- | |
[ξα]ς καταβὰ[ς τ]ὸν Θέρσανδρον ἰάσατο. [τᾶς δ]ὲ πόλιος τῶν Ἁλικῶν | |
75 | [ἀγγε]λ[λ]ούσας τὸ γεγενημένον καὶ διαπορ[ουμένας] περὶ τοῦ ὄφι- |
[ος, πό]τερον εἰς Ἐπίδαυρον ἀποκομίζωντι [ἢ αὐτὸν κα]τὰ χώραν ἐῶν- | |
[τι, ἔ]δοξε τᾶι πόλι εἰς Δελφοὺς ἀποστεῖλα[ι χρησομέ]νους, πότερα | |
[π]οιῶντι· ὁ δὲ θεὸς ἔχρησε τὸν ὄφιν ἐῆν αὐ[τεῖ καὶ ἱ]δρυσαμένου[ς] | |
[Ἀ]σκλαπιοῦ τέμενος καὶ εἰκόνα αὐτοῦ πο[ιησαμέ]νους ἀνθέμεν [εἰς] | |
80 | τὸ ἱαρόν. ἀγγελθέντος δὲ τοῦ χρησ[μοῦ, ἁ πόλι]ς ἁ τῶν Ἁλικῶν |
ἱδρύσατο τέμενος Ἀσκλαπιοῦ [αὐτεῖ καὶ τὰ ὑπὸ το]ῦ θεοῦ μαντ[ευ]- | |
σθέντα ἐπετέλεσε. (XXXIV) [— — —]νία ὑπὲρ τέ- | |
κνων. αὕτα ἐγκαθεύδου[σα] ἐν[ύπνιον εἶδε· ἐδόκει ο]ἱ φᾶσαι ὁ [θεὸς] | |
ἐσσεῖσθαι γενεὰγ καὶ ἐ[π]ερ[ωτᾶσαι εἰ ἐπιθυμέοι ἄρσενα ἢ θηλυ]- | |
85 | τέραν, αὐτὰ δὲ φάμεν ἐπι[θυμεῖν ἄρσενα· μετὰ δὲ τοῦτο ἐντὸς ἐνι]- |
αυτοῦ ἐγένετο αὐτᾶι υἱ[ός]. vac. (XXXV) [— — — —] | |
Ἐπιδαύριος χωλός. οὗτος [χωλὸς ἐὼν φοράδαν εἰς τὸ ἱαρὸν ἀφίκετο]· | |
ἐγκαθεύδων δὲ ὄψιν εἶδε· [ἐδόκει οἱ ὁ θεὸς — — — — — — — —] | |
ποιτάσσειν αὐτῶι κλίμα[κα ποιφέρειν ․․․․9․․․․ καὶ ἀναβῆναι ἐ]- | |
90 | πὶ τὸν ναόν· αὐτὸς δὲ τὸ με[— — — — — — — — — — — — — — — —] |
․․․αλεν καὶ ἄνω ἐπὶ τοῦ θ[ριγκοῦ — — — — — — — — — — — — —] | |
[κ]αὶ τὰγ κλίμακα μικρὸν κα[τέβα — — — — — — — — — — — — —] | |
πρᾶτον ἀγανακτῶν τ[ᾶ]ι πρά[ξι — — — — — — — — — — — — — χω]- | |
λῶι ἐόντι· ἀποτολμ[ῆι] δὲ ἁμ[έρας γενομένας καὶ ἐκ τούτου ὑγιὴς ἐ]- | |
95 | ξῆλθε. vac. (XXXVI) Καφισί[ας — — — — — — — — τοῖς Ἀσ]- |
κλαπιοῦ θεραπεύμασιν ἐπ[ιγελ— — — — — — — — — — οὐ φεί]- | |
δεται λέγων ὡς, εἰ δύναμιν ἔ[χοι, — — — — — — — — — — —] | |
τᾶς ὕβριος ποινὰς λαμβάνω[ν — — — — — — — — — — — — —] | |
τοῦ Βουκεφάλα ἐν τᾶι ἕδραι [καθίζοντά νιν καταπατοῦντος τρωθῆ]- | |
100 | μεν τὸμ πόδα παραχρῆμα καὶ [ἔτι δεινοτέρως(?) διακεῖσθαι ἢ τὸ πρίν]· |
ὕ[σ]τερον δὲ πολλὰ καθικετεύ[σας τὸν θεὸν ὑγιὴς ἐγένετο]. vac. | |
(XXXVII) Κλειμένης Ἀργεῖος ἀκρατὴς [τοῦ σώματος· οὗτος ἐλθὼν εἰς τὸ ἄβα]- | |
τον ἐνεκάθευδε καὶ ὄψιν εἶδ[ε· ἐδόκει οἱ ὁ θεὸς μέγαν δράκοντα πε]- | |
ριελίξαι περὶ τὸ σῶμα καὶ μικ[ρὸν ․․․․․․․․c.20․․․․․․․․ ἄγειν] | |
105 | νιν ἐπί τινα λίμναν, ἇς τὸ ὕδωρ [ἐκελήσατό νιν πιεῖν ․․․․c.12․․․․] |
δ’ αὐτοῦ ἕθεν διακειμένου τὸν α[․․․․․․․․․․c.24․․․․․․․․․․ πολ]- | |
λοὺς τῶν ἀνθρώπων εἰς ταῦτα φά[μεν? — — — — — — — — — — — — ἀ]- | |
φικνῶνται εἰς τὸ τέμενος ἐόντ․․․․․․․․․․․c.27․․․․․․․․․․․․ | |
τοιοῦτον ποιησοῖ, ἀλλ’ ὑγιῆ ἀποπ[εμψοῖ. ἁμέρας δὲ γενομένας ἀσ]- | |
110 | κηθὴς ἐξῆλθε. vac. (XXXVIII) Δίαιτος Κύρν̣[ιος(?)· οὗτος ἀκρατὴς ἐὼν ἐτύγχα]- |
νε τῶγ γονάτων· ἐγκαθεύδων δὲ ἐνύ[πνιον εἶδε· ἐδόκει οἱ ὁ θεὸς] | |
τοὺς ὑπηρέτας κέλεσθαι ἀειραμέν̣[ους νιν ἐξενεγκεῖν ἐκ τοῦ ἀ]- | |
δύτου καὶ καταθέμεν πρὸ τοῦ ναοῦ· ἐ[πεὶ δὲ αὐτὸν οὗτοι ἔξω ἤνεγ]- | |
καν, ἅρμα ζεύξαντα τὸν θεὸν ἵππων πε[ριελαύνειν τρὶς περί νιν κύ]- | |
115 | κλωι καὶ καταπατεῖν <ν>ιν τοῖς ἵπποις, [καί οὑ τὰ γόνατα ἰσχυρὰ γε]- |
νέσθαι εὐθύς· ἁμέρας δὲ γενομένας ὑγ[ιὴς ἐξῆλθε. vac. (XXXIX) — — —]- | |
δα ἐκ Κέου. αὕτα περὶ παίδων ἐγκαθεύδ[ουσα ἐνύπνιον εἶδε· ἐδό]- | |
κει οἱ ἐν τῶι ὕπνωι δράκων ἐπὶ τᾶς γαστ[ρὸς κεῖσθαι· καὶ ἐκ τούτου] | |
παῖδές οἱ ἐγένοντο πέντε. vac. (XL) Τίμω[ν ․․․8․․․․ λόγχαι τρω]- | |
120 | θεὶς ὑπὸ τὸν ὀφθαλμόν· οὗτος ἐγκαθεύδ[ων ἐνύπνιον εἶδε· ἐδό]- |
κει οἱ ὁ θεὸς ποίαν τρίψας ἐγχεῖν εἰς τ[ὸν ὀφθαλμόν τι· καὶ ὑγι]- | |
ὴς ἐγένετο. vac. (XLI) Ἐρασίππα ἐκ Καφυιᾶν Ι̣[— — — αὕτα — —] | |
εἶχε τὰγ γαστέρα καὶ ἐπέπρητο ὅλα καὶ ο[․․․․c.13․․․․․ ἐγκα]- | |
θεύδουσα δὲ ἐνύπνιον εἶδε· ἐδόκει οἱ ὁ θεὸ[ς τὰγ γαστέρα ἀντρί]- | |
125 | βων φιλῆσαί νιν, μετὰ δὲ τοῦτο φιάλαν οἱ δό[μεν, ἐν ἇι φάρμακον], |
καὶ κέλεσθαι ἐκπιεῖν, ἔπειτα ἐμεῖν κέλεσ[θαί νιν, ἐξεμεσάσας] | |
δὲ ἐμπλῆσαι τὸ λώπιον τὸ αὐτᾶς· ἁμέρας δὲ γ[ενομένας ἑώρη πᾶν] | |
τὸ λώπιον μεστὸν ὧν ἐξήμεσε κακῶν, καὶ ἐκ το[ύτου ὑγιὴς ἐγένε]- | |
το. vac. (XLII) Νικασιβούλα Μεσσανία περὶ παίδω[ν ἐγκαθεύδουσα] | |
130 | ἐνύπνιον εἶδε· ἐδόκει οἱ ὁ θεὸς δράκοντα μεθ̣[— — — — — — — —] |
φέρων παρ’ αὐτάν, τούτωι δὲ συγγενέσθαι αὐτά· [καὶ ἐκ τούτου] | |
παῖδές οἱ ἐγένοντο εἰς ἐνιαυτὸν ἔρσενες δύ[ε. vac. (XLIII) — — — — —] | |
Κιανὸς ποδάγραν. τούτου ὕπαρ χὰν ποτιπορευο[μένου δάκνων] | |
αὐτοῦ τοὺς πόδας καὶ ἐξαιμάσσων ὑγιῆ ἐπόη[σε]. |