[ ] Cil. — Seleukeia on the Kalykadnos (Silifke)
1 ἔδοξε τᾶι βουλᾶι καὶ] τῶι δάμωι· ἐπει-
δὴ Ε․․․․․․․․․․․ Β]υζάντιος χρεία[ς]
[παρέχεται κοινᾶι] τᾶι πόλει καὶ ἰδίαι
[τοῖς ἐντυγχάνο]υσι τῶν πολιτᾶν,
5 [δεδόχθαι τῶι δά]μωι ἐπαινέσαι Ε.
[․․․․․․․․․․ Βυ]ζάντιον καὶ στεφα-
[νῶσαι στεφάν]ωι χρυσείωι ἀρετῆς
[ἕνεκα καὶ ε]ὐνοίας ἃν ἔχων
[διατελεῖ πρὸς] τὸν δᾶμον — τὸν δὲ
10 [στέφανον ἀν]αγγεῖλαι τὸν ἀγωνο-
[θέταν τοῖς Διονυ]σίοις ἐν τῶι θεάτρωι·
[ὅπως δὲ καὶ πρ]όξενος γένηται, τοὺς
[νῦν(?) στραταγοὺ]ς εἰσαγγεῖλαι ὑπὲρ
[προξενίας αὐτ]ῶι κτλ.
81 [Κ]υζικηνῶν· ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· Ἡρο-
γένης Πυθομν[ή]στου εἶπεν· ἐ〚ι〛πειδὴ Εὔδημ[ο]ς Νίκω-
νος Σελευκεὺς εὔνους καὶ πρόθυμός ἐστι περὶ
τὸν δῆμον καὶ τῶν πολιτῶν πρὸς τ[ο]ὺς ἐντυγχά-
85 νοντας· δεδόχθαι τῶι δήμωι ἐπαινέσαι αὐτὸν εὐ-
νοίας ἕνεκα καὶ προθυμίας τῆς εἰς τὸν δῆμον· εἶναι
δὲ αὐτὸν καὶ πρόξενον Κυζικηνῶν καὶ δεδόσθαι αὐ-
τῶι εἰσάφιξιν εἰς Κυζικὸν καὶ κατ[ὰ] γῆν καὶ κατὰ θά-
λασσ[α]ν ἀσυλεὶ καὶ ἀσπονδεὶ καὶ ἐμ πολέμωι καὶ ἐν
90 ε[ἰρή]νηι καὶ δίκας προδίκους καὶ ἀτέλειαν ὧν ἄν εἰσάγη-
τα[ι] ἢ ἐξάγηται κατὰ τὸν νόμον καὶ προεδρίαν ἐν ἅπα-
σιν τοῖς ἀγῶσιν· τὸν [δ]ὲ ἀστυνόμον ἐπιμεληθῆναι
ὅπως ἂν ἀναγραφῆι εἰς τὴν στήλην τῶν π[ρο]ξέ[νωιν].
Search Help
Contact Us