[ ]
Cil. — Seleukeia on the Kalykadnos (Silifke)
1 | ἔδοξε τᾶι βουλᾶι καὶ] τῶι δάμωι· ἐπει- |
δὴ Ε․․․․․․․․․․․ Β]υζάντιος χρεία[ς] | |
[παρέχεται κοινᾶι] τᾶι πόλει καὶ ἰδίαι | |
[τοῖς ἐντυγχάνο]υσι τῶν πολιτᾶν, | |
5 | [δεδόχθαι τῶι δά]μωι ἐπαινέσαι Ε. |
[․․․․․․․․․․ Βυ]ζάντιον καὶ στεφα- | |
[νῶσαι στεφάν]ωι χρυσείωι ἀρετῆς | |
[ἕνεκα καὶ ε]ὐνοίας ἃν ἔχων | |
[διατελεῖ πρὸς] τὸν δᾶμον — τὸν δὲ | |
10 | [στέφανον ἀν]αγγεῖλαι τὸν ἀγωνο- |
[θέταν τοῖς Διονυ]σίοις ἐν τῶι θεάτρωι· | |
[ὅπως δὲ καὶ πρ]όξενος γένηται, τοὺς | |
[νῦν(?) στραταγοὺ]ς εἰσαγγεῖλαι ὑπὲρ | |
[προξενίας αὐτ]ῶι κτλ. | |
81 | [Κ]υζικηνῶν· ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· Ἡρο- |
γένης Πυθομν[ή]στου εἶπεν· ἐ〚ι〛πειδὴ Εὔδημ[ο]ς Νίκω- | |
νος Σελευκεὺς εὔνους καὶ πρόθυμός ἐστι περὶ | |
τὸν δῆμον καὶ τῶν πολιτῶν πρὸς τ[ο]ὺς ἐντυγχά- | |
85 | νοντας· δεδόχθαι τῶι δήμωι ἐπαινέσαι αὐτὸν εὐ- |
νοίας ἕνεκα καὶ προθυμίας τῆς εἰς τὸν δῆμον· εἶναι | |
δὲ αὐτὸν καὶ πρόξενον Κυζικηνῶν καὶ δεδόσθαι αὐ- | |
τῶι εἰσάφιξιν εἰς Κυζικὸν καὶ κατ[ὰ] γῆν καὶ κατὰ θά- | |
λασσ[α]ν ἀσυλεὶ καὶ ἀσπονδεὶ καὶ ἐμ πολέμωι καὶ ἐν | |
90 | ε[ἰρή]νηι καὶ δίκας προδίκους καὶ ἀτέλειαν ὧν ἄν εἰσάγη- |
τα[ι] ἢ ἐξάγηται κατὰ τὸν νόμον καὶ προεδρίαν ἐν ἅπα- | |
σιν τοῖς ἀγῶσιν· τὸν [δ]ὲ ἀστυνόμον ἐπιμεληθῆναι | |
ὅπως ἂν ἀναγραφῆι εἰς τὴν στήλην τῶν π[ρο]ξέ[νωιν]. |