[ ] Cil. — Seleukeia on the Kalykadnos (Silifke)
1 ἔδοξεν τᾶι βουλᾶι· τοὶ
ἄγγελοι τοὶ εἱρημένοι ποτὶ τὸν βασιλῆ Ἀντίοχον
φικόμενοι καὶ ποτὶ Εὔδαμον παρακαλεῦντον αὐτὸ[ν]
συνεπιμεληθήμ[ε]ιν ὅ[π]ω[ς] ταὶ δωρ[εαὶ] ταὶ δεδομέναι
5 τῶι δάμωι εἰς τὰν ναυτικὰν δύναμιν τὰν ταχ[ίσ]ταν εἰς τὰν πόλιν ἀποσταλῶντι δηλοῦντες αὐτῶι ὅτι ταῦτα
πράξας χαριεῖται τῶι δάμωι.
Search Help
Contact Us