[ ]
Cil. — Seleukeia on the Kalykadnos (Silifke)
1 | ἐ[χε]τείμα Δημητρίου τοῦ Ἀθηνίωνος θυγάτηρ ζῶσα καὶ φρο[νο]ῦσα ἀρὰς τὰς |
ὑπογεγραμμένας τῶδε τῶ μνημείω ἐθέμην· μηδενὶ ἐξεῖναι τῶν κληρονόμων | |
μου μηδὲ τῶν ἐγγόνων αὐτῶν μηδὲ ἄλλω τινὶ ἁπλῶς τρόπω μηδενὶ παρευρέσει | |
<μηδεμιᾶ> μηδένα τεθῆναι ἢ θεῖναί τινα νεκρὸν ἐν ταῖς οὔσαις ἐν τῶδε τῶ μνημείω ὑπερώοις | |
5 | ἐντοιχίοις θήκαις ἔν τε τῆ ἰσιόντων τὸ μνημεῖον δεξιᾶ θήκη ἐν ἧ Δημ[ήτρι]ος ὁ πατήρ [μου κε]ῖται |
μηδὲ ἐν τῆ μέση ὑπερώω θήκη ἐν ἧ [Ἀλεξ]ομένης ὁ ἀνήρ μου κεῖται, εἰς ἣν διατέταγμαι μέση[ν θήκην] | |
καὶ αὐτὴ τεθῆναι ἐπ[ει]δὰν τελευτήσω, ἢ ὁ παρὰ ταῦτα θείς τινα τύχοι τῶν καταχθονίων θεῶν | |
πάντων κεχολωμένων καὶ μήτε θάλασσα αὐτῶ πλωτὴ εἴη μήτε γῆ καρπὸν ἐνένκαι. |