[ ]
Cil. — Kelenderis (Aydıncık)
1 | ἐνθ[ά]δε κεῖτε ἀνὴρ ὧ οὔνομα Τέρτιν ἔθεντο |
μήτηρ ἠδὲ πατὴρ ἠδ’ ἄλλοι πάντες ἑταῖροι | |
εἰητὴρ ἀγαθὸς γνώμης καλῆς ὑποφήτης | |
ἀνδράσιν ἠδὲ γυναιξὶν καὶ ἠϊθέοις ἐρατεινοῖς | |
5 | καὶ πινυτὴ Ἀμμὰς σώφρων καλὴ τοῦδε ἄκοιτις· |
τῶν ἕνεκεν χαίροιτε καὶ εἰν Ἀίδαο δόμοισιν. | |
μετὰ τὸ ἐντεθῆναί με Τέρτιον ἐν τῆ θήκη | |
μηδενὶ ἐξὸν ἔστω ἕτερον σῶμα [ἐ]νθεῖναι, ἢ ἐὰν | |
τολμήση τις ὑπεύθυνος ἔσται προστείμοις τοῖς | |
10 | περὶ σκυλεύσεως τάφου καθὰ καὶ διεθέμην. |