[ ] Cil. — Kelenderis (Aydıncık)
1 ἐνθ[ά]δε κεῖτε ἀνὴρ ὧ οὔνομα Τέρτιν ἔθεντο
μήτηρ ἠδὲ πατὴρ ἠδ’ ἄλλοι πάντες ἑταῖροι
εἰητὴρ ἀγαθὸς γνώμης καλῆς ὑποφήτης
ἀνδράσιν ἠδὲ γυναιξὶν καὶ ἠϊθέοις ἐρατεινοῖς
5 καὶ πινυτὴ Ἀμμὰς σώφρων καλὴ τοῦδε ἄκοιτις·
τῶν ἕνεκεν χαίροιτε καὶ εἰν Ἀίδαο δόμοισιν.
μετὰ τὸ ἐντεθῆναί με Τέρτιον ἐν τῆ θήκη
μηδενὶ ἐξὸν ἔστω ἕτερον σῶμα [ἐ]νθεῖναι, ἢ ἐὰν
τολμήση τις ὑπεύθυνος ἔσται προστείμοις τοῖς
10 περὶ σκυλεύσεως τάφου καθὰ καὶ διεθέμην.
Search Help
Contact Us