[ ] Cil. — Elaioussa-Sebaste (Ayaş) — Kanytella (Kanlıdivane)
1 Ἑκαταῖος Χηράξεος (?)
τὸ μνημεῖον [ἔθη]κε[ν ἐπὶ]
τῶ μήτε τ[ῶ]ν ἐγγόνων μ[ή]-
τε τῶν κλη[ρο]ν(όμ)ων μήτε [παρα]-
5 θέσθαι τρό[π]ω μηδενὶ [μ]ή-
τε ἀπαλλοτριῶσαι
μηδὲ ἐξεῖναι ἐν τῆ μέ-
ση λάρνακι τεθῆναι τῆ ἐν-
τοιχίω πλὴν Ἑκαταί-
10 ου καὶ Τατᾶτος τῆς γυναι-
κὸς αὐτοῦ· ἐὰν δέ τις πα[ρ]-
αβῆ τοῖς προγεγραμμένοις
ἔστ[ω(?)]ν ἠσεβηκὼς εἴς τε τὸν Δία
κ[αὶ] τὴν Σελήνην καὶ τὸν Ἥλιον και
15 [ἀπ]οτινέτω ἑκάστω ἱερῶ ἱερὰς
[δραχμ][ς χ(?)] ͵αʹ καὶ τῶ ἀρχιιερεῖ [․․․].
Search Help
Contact Us