[ ]
Cil. — Elaioussa-Sebaste (Ayaş) — Kanytella (Kanlıdivane)
1 | [τ]ατοῦς Μάρει ἱέρεια Δήμητρος κατεσκεύασεν τὴν σορὸν ἑαυτῆ ἐπὶ τῶ |
μηδενὶ ἐξεῖναι ἕτερον ἐντιθέναι σῶμα, ἢ ὁ παρὰ τοῦτό τι ποιήσας ἔστω ἀσεβὴς | |
εἰς τὴν Δήμητρα καὶ τοὺς καταχθονίους θεοὺς καὶ ἀποτεισάτω ταῖς θεαῖς | |
(δην.) χείλια καὶ τῶ φίσκω χείλια | |
5 | καὶ τῆ πόλει (δην.) χείλια. |