[ ]
Cil. — Elaioussa-Sebaste (Ayaş) — Kanytella (Kanlıdivane)
1 | Ἄβα Καλλιγόνου τοῦ καὶ Κατραίου, κληρονόμος |
οὖσα Ἀρίου Νικάνορος τοῦ Ἀρίου τοῦ ἀνδρὸς | |
αὐτῆς καὶ Νικάνορος καὶ Ἀρίου τῶν τέκνων | |
αὐτῆς, κατ’ ἐντολὴν καὶ διαθήκην Ἀρίου τοῦ | |
5 | ἀνδρὸς ἐντέλλομαι καὶ κελεύω καὶ διατάσ- |
σομαι μηδένα ἕτερον τεθῆναι εἰς τὸ μνῆ- | |
μα τὸ Ἀρίου πλέον αὐτῆς τῆς Ἄβας καὶ μετὰ | |
αὐτὴν ἄλλον μηδένα, ἢ ὁ παρὰ ταῦτα ποι- | |
ήσας ἤτω ἠσεβηκὼς εἴς τε τοὺς καταχθονίους | |
10 | θεοὺς ἐξώλης τε καὶ πανώλης αὐτός τε ὁ παρὰ ταῦ- |
τα ποιήσας καὶ τὸ γένος αὐτοῦ καὶ ἀποδότω τῶ | |
ταμείω τοῦ κυρίου Καίσαρος δηνάρια † καὶ τῆ Σεβαστηνῶν | |
πόλει δηνάρια ͵ηʹ καὶ τῶ δήμω Κανυτηλδέων δηνάρια ͵βφʹ· | |
[ἀξιῶ δὲ] καὶ τὰ κελευσθέντα καὶ διαταγέντα ὑπ’ αὐ- | |
15 | [τ]ῆ[ς καὶ] τοῦ ἀνδρὸς αὐτῆς [ἄνω(?)] γραφέντα εἶναι κύρι- |
[α εἰ]ς τὸν αἰῶνα τοῦ αἰῶνος καὶ μηδενὶ ἐξὸν | |
[εἶναι] ἀποξέσαι, ἢ ὁ ἀποξέσας ἔσται ὑπεύ- | |
[θυ]ν[ος] τοῖς προστείμοις. |