[ ] Cil. — Elaioussa-Sebaste (Ayaş) — Kanytella (Kanlıdivane)
1 Ἄβα Καλλιγόνου τοῦ καὶ Κατραίου, κληρονόμος
οὖσα Ἀρίου Νικάνορος τοῦ Ἀρίου τοῦ ἀνδρὸς
αὐτῆς καὶ Νικάνορος καὶ Ἀρίου τῶν τέκνων
αὐτῆς, κατ’ ἐντολὴν καὶ διαθήκην Ἀρίου τοῦ
5 ἀνδρὸς ἐντέλλομαι καὶ κελεύω καὶ διατάσ-
σομαι μηδένα ἕτερον τεθῆναι εἰς τὸ μνῆ-
μα τὸ Ἀρίου πλέον αὐτῆς τῆς Ἄβας καὶ μετὰ
αὐτὴν ἄλλον μηδένα, ἢ ὁ παρὰ ταῦτα ποι-
ήσας ἤτω ἠσεβηκὼς εἴς τε τοὺς καταχθονίους
10 θεοὺς ἐξώλης τε καὶ πανώλης αὐτός τε ὁ παρὰ ταῦ-
τα ποιήσας καὶ τὸ γένος αὐτοῦ καὶ ἀποδότω τῶ
ταμείω τοῦ κυρίου Καίσαρος δηνάρια † καὶ τῆ Σεβαστηνῶν
πόλει δηνάρια ͵ηʹ καὶ τῶ δήμω Κανυτηλδέων δηνάρια ͵βφʹ·
[ἀξιῶ δὲ] καὶ τὰ κελευσθέντα καὶ διαταγέντα ὑπ’ αὐ-
15 [τ][ς καὶ] τοῦ ἀνδρὸς αὐτῆς [ἄνω(?)] γραφέντα εἶναι κύρι-
[α εἰ]ς τὸν αἰῶνα τοῦ αἰῶνος καὶ μηδενὶ ἐξὸν
[εἶναι] ἀποξέσαι, ἢ ὁ ἀποξέσας ἔσται ὑπεύ-
[θυ]ν[ος] τοῖς προστείμοις.
Search Help
Contact Us